Matthew 26 - Webster's Bible with Greek
Law History Wisdom Prophets Gospels Acts Epistles Apocalyptic
1 And it came to pass, when Jesus had finished all these sayings, he said to his disciples, | 1 καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ ἰησοῦς πάντας τοὺς λόγους τούτους, εἶπεν τοῖς μαθηταῖς αὐτοῦ, | |||
2 Ye know that after two days is the passover, and the Son of man is betrayed to be crucified. | 2 οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ πάσχα γίνεται, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθῆναι. | |||
3 Then assembled the chief priests, and the scribes, and the elders of the people, in the palace of the high priest, who was called Caiaphas, | 3 τότε συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως τοῦ λεγομένου καϊάφα, | |||
4 And consulted that they might take Jesus by subtilty, and kill him. | 4 καὶ συνεβουλεύσαντο ἵνα τὸν ἰησοῦν δόλῳ κρατήσωσιν καὶ ἀποκτείνωσιν· | |||
5 But they said, Not on the feast-day, lest there be an uproar among the people. | 5 ἔλεγον δέ, μὴ ἐν τῇ ἑορτῇ, ἵνα μὴ θόρυβος γένηται ἐν τῶ λαῶ. | |||
6 Now when Jesus was in Bethany, in the house of Simon the leper, | 6 τοῦ δὲ ἰησοῦ γενομένου ἐν βηθανίᾳ ἐν οἰκίᾳ σίμωνος τοῦ λεπροῦ, | |||
7 There came to him a woman having an alabaster-box of very precious ointment, and poured it on his head as he sat at table. | 7 προσῆλθεν αὐτῶ γυνὴ ἔχουσα ἀλάβαστρον μύρου βαρυτίμου καὶ κατέχεεν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ ἀνακειμένου. | |||
8 But when his disciples saw it, they had indignation, saying, To what purpose is this waste? | 8 ἰδόντες δὲ οἱ μαθηταὶ ἠγανάκτησαν λέγοντες, εἰς τί ἡ ἀπώλεια αὕτη; | |||
9 For this ointment might have been sold for much, and given to the poor. | 9 ἐδύνατο γὰρ τοῦτο πραθῆναι πολλοῦ καὶ δοθῆναι πτωχοῖς. | |||
10 When Jesus understood it, he said to them, Why trouble ye the woman? for she hath wrought a good work upon me. | 10 γνοὺς δὲ ὁ ἰησοῦς εἶπεν αὐτοῖς, τί κόπους παρέχετε τῇ γυναικί; ἔργον γὰρ καλὸν ἠργάσατο εἰς ἐμέ· | |||
11 For ye have the poor always with you; but me ye have not always. | 11 πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθ᾽ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε· | |||
12 For in that she hath poured this ointment on my body, she did it for my burial. | 12 βαλοῦσα γὰρ αὕτη τὸ μύρον τοῦτο ἐπὶ τοῦ σώματός μου πρὸς τὸ ἐνταφιάσαι με ἐποίησεν. | |||
13 Verily I say to you, Wherever this gospel shall be preached in the whole world, there shall also this, which this woman hath done, be told for a memorial of her. | 13 ἀμὴν λέγω ὑμῖν, ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο ἐν ὅλῳ τῶ κόσμῳ, λαληθήσεται καὶ ὃ ἐποίησεν αὕτη εἰς μνημόσυνον αὐτῆς. | |||
14 Then one of the twelve, called Judas Iscariot, went to the chief priests, | 14 τότε πορευθεὶς εἷς τῶν δώδεκα, ὁ λεγόμενος ἰούδας ἰσκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς | |||
15 And said, What will ye give me, and I will deliver him to you? And they covenanted with him for thirty pieces of silver. | 15 εἶπεν, τί θέλετέ μοι δοῦναι κἀγὼ ὑμῖν παραδώσω αὐτόν; οἱ δὲ ἔστησαν αὐτῶ τριάκοντα ἀργύρια. | |||
16 And from that time he sought opportunity to betray him. | 16 καὶ ἀπὸ τότε ἐζήτει εὐκαιρίαν ἵνα αὐτὸν παραδῶ. | |||
17 Now the first day of the feast of unleavened bread, the disciples came to Jesus, saying to him, Where wilt thou that we prepare for thee to eat the passover? | 17 τῇ δὲ πρώτῃ τῶν ἀζύμων προσῆλθον οἱ μαθηταὶ τῶ ἰησοῦ λέγοντες, ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ πάσχα; | |||
18 And he said, Go into the city to such a man, and say to him, The Master saith, My time is at hand; I will keep the passover at thy house with my disciples. | 18 ὁ δὲ εἶπεν, ὑπάγετε εἰς τὴν πόλιν πρὸς τὸν δεῖνα καὶ εἴπατε αὐτῶ, ὁ διδάσκαλος λέγει, ὁ καιρός μου ἐγγύς ἐστιν· πρὸς σὲ ποιῶ τὸ πάσχα μετὰ τῶν μαθητῶν μου. | |||
19 And the disciples did as Jesus had appointed them; and they made ready the passover. | 19 καὶ ἐποίησαν οἱ μαθηταὶ ὡς συνέταξεν αὐτοῖς ὁ ἰησοῦς, καὶ ἡτοίμασαν τὸ πάσχα. | |||
20 Now when the evening was come, he sat down with the twelve. | 20 ὀψίας δὲ γενομένης ἀνέκειτο μετὰ τῶν δώδεκα. | |||
21 And as they were eating, he said, Verily I say to you, that one of you will betray me. | 21 καὶ ἐσθιόντων αὐτῶν εἶπεν, ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με. | |||
22 And they were exceeding sorrowful, and began every one of them to say to him, Lord, is it I? | 22 καὶ λυπούμενοι σφόδρα ἤρξαντο λέγειν αὐτῶ εἷς ἕκαστος, μήτι ἐγώ εἰμι, κύριε; | |||
23 And he answered and said, He that dippeth his hand with me in the dish, the same will betray me. | 23 ὁ δὲ ἀποκριθεὶς εἶπεν, ὁ ἐμβάψας μετ᾽ ἐμοῦ τὴν χεῖρα ἐν τῶ τρυβλίῳ οὖτός με παραδώσει. | |||
24 The Son of man goeth, as it is written concerning him: but woe to that man by whom the Son of man is betrayed! it had been good for that man, if he had not been born. | 24 ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ, οὐαὶ δὲ τῶ ἀνθρώπῳ ἐκείνῳ δι᾽ οὖ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῶ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος. | |||
25 Then Judas, who betrayed him, answered and said, Master, is it I? He said to him, Thou hast said. | 25 ἀποκριθεὶς δὲ ἰούδας ὁ παραδιδοὺς αὐτὸν εἶπεν, μήτι ἐγώ εἰμι, ῥαββί; λέγει αὐτῶ, σὺ εἶπας. | |||
26 And as they were eating, Jesus took bread, and blessed it, and broke it, and gave it to the disciples, and said, Take, eat; this is my body. | 26 ἐσθιόντων δὲ αὐτῶν λαβὼν ὁ ἰησοῦς ἄρτον καὶ εὐλογήσας ἔκλασεν καὶ δοὺς τοῖς μαθηταῖς εἶπεν, λάβετε φάγετε, τοῦτό ἐστιν τὸ σῶμά μου. | |||
27 And he took the cup, and gave thanks, and gave it to them, saying, Drink ye all of it; | 27 καὶ λαβὼν ποτήριον καὶ εὐχαριστήσας ἔδωκεν αὐτοῖς λέγων, πίετε ἐξ αὐτοῦ πάντες, | |||
28 For this is my blood of the new testament, which is shed for many for the remission of sin. | 28 τοῦτο γάρ ἐστιν τὸ αἷμά μου τῆς διαθήκης τὸ περὶ πολλῶν ἐκχυννόμενον εἰς ἄφεσιν ἁμαρτιῶν. | |||
29 But I say to you, I will not drink henceforth of this fruit of the vine, until that day when I drink it new with you in my Father's kingdom. | 29 λέγω δὲ ὑμῖν, οὐ μὴ πίω ἀπ᾽ ἄρτι ἐκ τούτου τοῦ γενήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω μεθ᾽ ὑμῶν καινὸν ἐν τῇ βασιλείᾳ τοῦ πατρός μου. | |||
30 And when they had sung a hymn, they went out to the mount of Olives. | 30 καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ ὄρος τῶν ἐλαιῶν. | |||
31 Then saith Jesus to them, All ye shall be offended because of me this night: for it is written, I will smite the shepherd, and the sheep of the flock shall be scattered abroad. | 31 τότε λέγει αὐτοῖς ὁ ἰησοῦς, πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ, γέγραπται γάρ, πατάξω τὸν ποιμένα, καὶ διασκορπισθήσονται τὰ πρόβατα τῆς ποίμνης· | |||
32 But after I am risen again, I will go before you into Galilee. | 32 μετὰ δὲ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν γαλιλαίαν. | |||
33 Peter answered and said to him, Though all men shall be offended because of thee, yet will I never be offended. | 33 ἀποκριθεὶς δὲ ὁ πέτρος εἶπεν αὐτῶ, εἰ πάντες σκανδαλισθήσονται ἐν σοί, ἐγὼ οὐδέποτε σκανδαλισθήσομαι. | |||
34 Jesus said to him, Verily I say to thee, that this night, before the cock shall crow, thou wilt deny me thrice. | 34 ἔφη αὐτῶ ὁ ἰησοῦς, ἀμὴν λέγω σοι ὅτι ἐν ταύτῃ τῇ νυκτὶ πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με. | |||
35 Peter said to him, Though I should die with thee, yet will I not deny thee. Likewise also said all the disciples. | 35 λέγει αὐτῶ ὁ πέτρος, κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε ἀπαρνήσομαι. ὁμοίως καὶ πάντες οἱ μαθηταὶ εἶπαν. | |||
36 Then cometh Jesus with them to a place called Gethsemane, and saith to the disciples, Sit ye here, while I go yonder and pray. | 36 τότε ἔρχεται μετ᾽ αὐτῶν ὁ ἰησοῦς εἰς χωρίον λεγόμενον γεθσημανί, καὶ λέγει τοῖς μαθηταῖς, καθίσατε αὐτοῦ ἕως [οὖ] ἀπελθὼν ἐκεῖ προσεύξωμαι. | |||
37 And he took with him Peter, and the two sons of Zebedee, and began to be sorrowful and very heavy. | 37 καὶ παραλαβὼν τὸν πέτρον καὶ τοὺς δύο υἱοὺς ζεβεδαίου ἤρξατο λυπεῖσθαι καὶ ἀδημονεῖν. | |||
38 Then saith he to them, My soul is exceeding sorrowful, even to death: tarry ye here, and watch with me. | 38 τότε λέγει αὐτοῖς, περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε μετ᾽ ἐμοῦ. | |||
39 And he went a little further, and fell on his face, and prayed, saying, O my Father, if it is possible, let this cup pass from me: nevertheless, not as I will, but as thou wilt. | 39 καὶ προελθὼν μικρὸν ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ προσευχόμενος καὶ λέγων, πάτερ μου, εἰ δυνατόν ἐστιν, παρελθάτω ἀπ᾽ ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν οὐχ ὡς ἐγὼ θέλω ἀλλ᾽ ὡς σύ. | |||
40 And he cometh to the disciples, and findeth them asleep, and saith to Peter, What, could ye not watch with me one hour? | 40 καὶ ἔρχεται πρὸς τοὺς μαθητὰς καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῶ πέτρῳ, οὕτως οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι μετ᾽ ἐμοῦ; | |||
41 Watch and pray, that ye enter not into temptation: the spirit indeed is willing, but the flesh is weak. | 41 γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν· τὸ μὲν πνεῦμα πρόθυμον ἡ δὲ σὰρξ ἀσθενής. | |||
42 He went away again the second time, and prayed, saying, O my Father, if this cup may not pass away from me, except I drink it, thy will be done. | 42 πάλιν ἐκ δευτέρου ἀπελθὼν προσηύξατο λέγων, πάτερ μου, εἰ οὐ δύναται τοῦτο παρελθεῖν ἐὰν μὴ αὐτὸ πίω, γενηθήτω τὸ θέλημά σου. | |||
43 And he came and found them asleep again: for their eyes were heavy. | 43 καὶ ἐλθὼν πάλιν εὖρεν αὐτοὺς καθεύδοντας, ἦσαν γὰρ αὐτῶν οἱ ὀφθαλμοὶ βεβαρημένοι. | |||
44 And he left them, and went away again, and prayed the third time, saying the same words. | 44 καὶ ἀφεὶς αὐτοὺς πάλιν ἀπελθὼν προσηύξατο ἐκ τρίτου τὸν αὐτὸν λόγον εἰπὼν πάλιν. | |||
45 Then he cometh to his disciples, and saith to them, Sleep on now, and take your rest: behold, the hour is at hand, and the Son of man is betrayed into the hands of sinners. | 45 τότε ἔρχεται πρὸς τοὺς μαθητὰς καὶ λέγει αὐτοῖς, καθεύδετε [τὸ] λοιπὸν καὶ ἀναπαύεσθε; ἰδοὺ ἤγγικεν ἡ ὥρα καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἁμαρτωλῶν. | |||
46 Rise, let us be going: behold, he is at hand that doth betray me. | 46 ἐγείρεσθε, ἄγωμεν· ἰδοὺ ἤγγικεν ὁ παραδιδούς με. | |||
47 And while he was yet speaking, lo, Judas, one of the twelve, came, and with him a great multitude with swords and staffs, from the chief priests and elders of the people. | 47 καὶ ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ ἰούδας εἷς τῶν δώδεκα ἦλθεν καὶ μετ᾽ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ. | |||
48 Now he that betrayed him, gave them a sign, saying, Whomsoever I shall kiss, that same is he; hold him fast. | 48 ὁ δὲ παραδιδοὺς αὐτὸν ἔδωκεν αὐτοῖς σημεῖον λέγων, ὃν ἂν φιλήσω αὐτός ἐστιν· κρατήσατε αὐτόν. | |||
49 And forthwith he came to Jesus, and said, Hail Master; and kissed him. | 49 καὶ εὐθέως προσελθὼν τῶ ἰησοῦ εἶπεν, χαῖρε, ῥαββί· καὶ κατεφίλησεν αὐτόν. | |||
50 And Jesus said to him, Friend, Why art thou come? Then they came, and laid hands on Jesus, and took him. | 50 ὁ δὲ ἰησοῦς εἶπεν αὐτῶ, ἑταῖρε, ἐφ᾽ ὃ πάρει. τότε προσελθόντες ἐπέβαλον τὰς χεῖρας ἐπὶ τὸν ἰησοῦν καὶ ἐκράτησαν αὐτόν. | |||
51 And behold, one of them, who were with Jesus, stretched out his hand, and drew his sword, and struck a servant of the high priest, and smote off his ear. | 51 καὶ ἰδοὺ εἷς τῶν μετὰ ἰησοῦ ἐκτείνας τὴν χεῖρα ἀπέσπασεν τὴν μάχαιραν αὐτοῦ καὶ πατάξας τὸν δοῦλον τοῦ ἀρχιερέως ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον. | |||
52 Then said Jesus to him, Put up again thy sword into its place: for all they that take the sword, shall perish by the sword. | 52 τότε λέγει αὐτῶ ὁ ἰησοῦς, ἀπόστρεψον τὴν μάχαιράν σου εἰς τὸν τόπον αὐτῆς, πάντες γὰρ οἱ λαβόντες μάχαιραν ἐν μαχαίρῃ ἀπολοῦνται. | |||
53 Thinkest thou that I cannot now pray to my Father, and he will presently give me more than twelve legions of angels? | 53 ἢ δοκεῖς ὅτι οὐ δύναμαι παρακαλέσαι τὸν πατέρα μου, καὶ παραστήσει μοι ἄρτι πλείω δώδεκα λεγιῶνας ἀγγέλων; | |||
54 But how then shall the scriptures be fulfilled, that thus it must be? | 54 πῶς οὗν πληρωθῶσιν αἱ γραφαὶ ὅτι οὕτως δεῖ γενέσθαι; | |||
55 In that same hour said Jesus to the multitudes, Are ye come out as against a thief with swords and staffs to take me? I sat daily with you teaching in the temple, and ye laid no hold on me. | 55 ἐν ἐκείνῃ τῇ ὥρᾳ εἶπεν ὁ ἰησοῦς τοῖς ὄχλοις, ὡς ἐπὶ λῃστὴν ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με; καθ᾽ ἡμέραν ἐν τῶ ἱερῶ ἐκαθεζόμην διδάσκων καὶ οὐκ ἐκρατήσατέ με. | |||
56 But all this was done, that the scriptures of the prophets might be fulfilled. Then all the disciples forsook him, and fled. | 56 τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῶσιν αἱ γραφαὶ τῶν προφητῶν. τότε οἱ μαθηταὶ πάντες ἀφέντες αὐτὸν ἔφυγον. | |||
57 And they that had laid hold on Jesus, led him away to Caiaphas the high priest, where the scribes and the elders were assembled. | 57 οἱ δὲ κρατήσαντες τὸν ἰησοῦν ἀπήγαγον πρὸς καϊάφαν τὸν ἀρχιερέα, ὅπου οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι συνήχθησαν. | |||
58 But Peter followed him at a distance, to the high priest's palace, and went in, and sat with the servants to see the end. | 58 ὁ δὲ πέτρος ἠκολούθει αὐτῶ ἀπὸ μακρόθεν ἕως τῆς αὐλῆς τοῦ ἀρχιερέως, καὶ εἰσελθὼν ἔσω ἐκάθητο μετὰ τῶν ὑπηρετῶν ἰδεῖν τὸ τέλος. | |||
59 Now the chief priests and elders, and all the council, sought false testimony against Jesus, to put him to death; | 59 οἱ δὲ ἀρχιερεῖς καὶ τὸ συνέδριον ὅλον ἐζήτουν ψευδομαρτυρίαν κατὰ τοῦ ἰησοῦ ὅπως αὐτὸν θανατώσωσιν, | |||
60 But found none: and, though many false witnesses came, yet found they none. At the last came two false witnesses, | 60 καὶ οὐχ εὖρον πολλῶν προσελθόντων ψευδομαρτύρων. ὕστερον δὲ προσελθόντες δύο | |||
61 And said, This man said, I am able to destroy the temple of God, and to build it in three days. | 61 εἶπαν, οὖτος ἔφη, δύναμαι καταλῦσαι τὸν ναὸν τοῦ θεοῦ καὶ διὰ τριῶν ἡμερῶν οἰκοδομῆσαι. | |||
62 And the high priest arose, and said to him, Answerest thou nothing, what is it which these testify against thee? | 62 καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἶπεν αὐτῶ, οὐδὲν ἀποκρίνῃ; τί οὖτοί σου καταμαρτυροῦσιν; | |||
63 But Jesus held his peace. And the high priest answered and said to him, I adjure thee by the living God, that thou tell us whether thou art the Christ the Son of God. | 63 ὁ δὲ ἰησοῦς ἐσιώπα. καὶ ὁ ἀρχιερεὺς εἶπεν αὐτῶ, ἐξορκίζω σε κατὰ τοῦ θεοῦ τοῦ ζῶντος ἵνα ἡμῖν εἴπῃς εἰ σὺ εἶ ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ. | |||
64 Jesus saith to him, Thou hast said: nevertheless I say to you, Hereafter shall ye see the Son of man sitting on the right hand of power, and coming in the clouds of heaven. | 64 λέγει αὐτῶ ὁ ἰησοῦς, σὺ εἶπας· πλὴν λέγω ὑμῖν, ἀπ᾽ ἄρτι ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ. | |||
65 Then the high priest rent his clothes, saying, He hath spoken blasphemy; what further need have we of witnesses? behold, now ye have heard his blasphemy. | 65 τότε ὁ ἀρχιερεὺς διέρρηξεν τὰ ἱμάτια αὐτοῦ λέγων, ἐβλασφήμησεν· τί ἔτι χρείαν ἔχομεν μαρτύρων; ἴδε νῦν ἠκούσατε τὴν βλασφημίαν· | |||
66 What think ye? They answered and said, He is guilty of death. | 66 τί ὑμῖν δοκεῖ; οἱ δὲ ἀποκριθέντες εἶπαν, ἔνοχος θανάτου ἐστίν. | |||
67 Then they spit in his face, and buffetted him; and others smote him with the palms of their hands, | 67 τότε ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ καὶ ἐκολάφισαν αὐτόν, οἱ δὲ ἐράπισαν | |||
68 Saying, Prophesy to us, thou Christ, Who is he that smote thee? | 68 λέγοντες, προφήτευσον ἡμῖν, χριστέ, τίς ἐστιν ὁ παίσας σε; | |||
69 Now Peter sat without in the palace: and a damsel came to him, saying, Thou also wast with Jesus of Galilee. | 69 ὁ δὲ πέτρος ἐκάθητο ἔξω ἐν τῇ αὐλῇ· καὶ προσῆλθεν αὐτῶ μία παιδίσκη λέγουσα, καὶ σὺ ἦσθα μετὰ ἰησοῦ τοῦ γαλιλαίου. | |||
70 But he denied before them all, saying, I know not what thou sayest. | 70 ὁ δὲ ἠρνήσατο ἔμπροσθεν πάντων λέγων, οὐκ οἶδα τί λέγεις. | |||
71 And when he had gone out into the porch, another maid saw him, and said to them that were there, This man was also with Jesus of Nazareth. | 71 ἐξελθόντα δὲ εἰς τὸν πυλῶνα εἶδεν αὐτὸν ἄλλη καὶ λέγει τοῖς ἐκεῖ, οὖτος ἦν μετὰ ἰησοῦ τοῦ ναζωραίου. | |||
72 And again he denied with an oath, I do not know the man. | 72 καὶ πάλιν ἠρνήσατο μετὰ ὅρκου ὅτι οὐκ οἶδα τὸν ἄνθρωπον. | |||
73 And after a while came to him they that stood by, and said to Peter, Surely thou also art one of them; for thy speech betrayeth thee. | 73 μετὰ μικρὸν δὲ προσελθόντες οἱ ἑστῶτες εἶπον τῶ πέτρῳ, ἀληθῶς καὶ σὺ ἐξ αὐτῶν εἶ, καὶ γὰρ ἡ λαλιά σου δῆλόν σε ποιεῖ. | |||
74 Then began he to curse and to swear, saying, I know not the man. And immediately the cock crowed. | 74 τότε ἤρξατο καταθεματίζειν καὶ ὀμνύειν ὅτι οὐκ οἶδα τὸν ἄνθρωπον. καὶ εὐθέως ἀλέκτωρ ἐφώνησεν. | |||
75 And Peter remembered the word of Jesus, who said to him, Before the cock shall crow, thou wilt deny me thrice. And he went out, and wept bitterly. | 75 καὶ ἐμνήσθη ὁ πέτρος τοῦ ῥήματος ἰησοῦ εἰρηκότος ὅτι πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με· καὶ ἐξελθὼν ἔξω ἔκλαυσεν πικρῶς. | |||
Chapter 25 Bible Contents Chapter 27
Other chapters in Matthew: 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28
Genres: Law History Wisdom Prophets Gospels Acts Epistles Apocalyptic
Or select another Bible translation:
Turn Parallel Languages Off
American Standard Version
Bible in Basic English
Darby English Bible
King James Version
World English Bible
Young's Literal Translation
Greek New Testament
Cover image by Freedom Studio / Shutterstock Koine Greek audio (in modern Greek pronunciation) narrated by Theo Karvounakis..