Matthew 26 - Young's Literal Translation with Greek
Law History Wisdom Prophets Gospels Acts Epistles Apocalyptic
1 And it came to pass, when Jesus finished all these words, he said to his disciples, | 1 καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ ἰησοῦς πάντας τοὺς λόγους τούτους, εἶπεν τοῖς μαθηταῖς αὐτοῦ, | |||
2 `Ye have known that after two days the passover cometh, and the Son of Man is delivered up to be crucified.' | 2 οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ πάσχα γίνεται, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθῆναι. | |||
3 Then were gathered together the chief priests, and the scribes, and the elders of the people, to the court of the chief priest who was called Caiaphas; | 3 τότε συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως τοῦ λεγομένου καϊάφα, | |||
4 and they consulted together that they might take Jesus by guile, and kill `him', | 4 καὶ συνεβουλεύσαντο ἵνα τὸν ἰησοῦν δόλῳ κρατήσωσιν καὶ ἀποκτείνωσιν· | |||
5 and they said, `Not in the feast, that there may not be a tumult among the people.' | 5 ἔλεγον δέ, μὴ ἐν τῇ ἑορτῇ, ἵνα μὴ θόρυβος γένηται ἐν τῶ λαῶ. | |||
6 And Jesus having been in Bethany, in the house of Simon the leper, | 6 τοῦ δὲ ἰησοῦ γενομένου ἐν βηθανίᾳ ἐν οἰκίᾳ σίμωνος τοῦ λεπροῦ, | |||
7 there came to him a woman having an alabaster box of ointment, very precious, and she poured on his head as he is reclining (at meat). | 7 προσῆλθεν αὐτῶ γυνὴ ἔχουσα ἀλάβαστρον μύρου βαρυτίμου καὶ κατέχεεν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ ἀνακειμένου. | |||
8 And having seen `it', his disciples were much displeased, saying, `To what purpose `is' this waste? | 8 ἰδόντες δὲ οἱ μαθηταὶ ἠγανάκτησαν λέγοντες, εἰς τί ἡ ἀπώλεια αὕτη; | |||
9 for this ointment could have been sold for much, and given to the poor.' | 9 ἐδύνατο γὰρ τοῦτο πραθῆναι πολλοῦ καὶ δοθῆναι πτωχοῖς. | |||
10 And Jesus having known, said to them, `Why do ye give trouble to the woman? for a good work she wrought for me; | 10 γνοὺς δὲ ὁ ἰησοῦς εἶπεν αὐτοῖς, τί κόπους παρέχετε τῇ γυναικί; ἔργον γὰρ καλὸν ἠργάσατο εἰς ἐμέ· | |||
11 for the poor always ye have with you, and me ye have not always; | 11 πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθ᾽ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε· | |||
12 for she having put this ointment on my body -- for my burial she did `it'. | 12 βαλοῦσα γὰρ αὕτη τὸ μύρον τοῦτο ἐπὶ τοῦ σώματός μου πρὸς τὸ ἐνταφιάσαι με ἐποίησεν. | |||
13 Verily I say to you, Wherever this good news may be proclaimed in the whole world, what this `one' did shall also be spoken of -- for a memorial of her.' | 13 ἀμὴν λέγω ὑμῖν, ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο ἐν ὅλῳ τῶ κόσμῳ, λαληθήσεται καὶ ὃ ἐποίησεν αὕτη εἰς μνημόσυνον αὐτῆς. | |||
14 Then one of the twelve, who is called Judas Iscariot, having gone unto the chief priests, said, | 14 τότε πορευθεὶς εἷς τῶν δώδεκα, ὁ λεγόμενος ἰούδας ἰσκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς | |||
15 `What are ye willing to give me, and I will deliver him up to you?' and they weighed out to him thirty silverlings, | 15 εἶπεν, τί θέλετέ μοι δοῦναι κἀγὼ ὑμῖν παραδώσω αὐτόν; οἱ δὲ ἔστησαν αὐτῶ τριάκοντα ἀργύρια. | |||
16 and from that time he was seeking a convenient season to deliver him up. | 16 καὶ ἀπὸ τότε ἐζήτει εὐκαιρίαν ἵνα αὐτὸν παραδῶ. | |||
17 And on the first `day' of the unleavened food came the disciples near to Jesus, saying to him, `Where wilt thou `that' we may prepare for thee to eat the passover?' | 17 τῇ δὲ πρώτῃ τῶν ἀζύμων προσῆλθον οἱ μαθηταὶ τῶ ἰησοῦ λέγοντες, ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ πάσχα; | |||
18 and he said, `Go away to the city, unto such a one, and say to him, The Teacher saith, My time is nigh; near thee I keep the passover, with my disciples;' | 18 ὁ δὲ εἶπεν, ὑπάγετε εἰς τὴν πόλιν πρὸς τὸν δεῖνα καὶ εἴπατε αὐτῶ, ὁ διδάσκαλος λέγει, ὁ καιρός μου ἐγγύς ἐστιν· πρὸς σὲ ποιῶ τὸ πάσχα μετὰ τῶν μαθητῶν μου. | |||
19 and the disciples did as Jesus appointed them, and prepared the passover. | 19 καὶ ἐποίησαν οἱ μαθηταὶ ὡς συνέταξεν αὐτοῖς ὁ ἰησοῦς, καὶ ἡτοίμασαν τὸ πάσχα. | |||
20 And evening having come, he was reclining (at meat) with the twelve, | 20 ὀψίας δὲ γενομένης ἀνέκειτο μετὰ τῶν δώδεκα. | |||
21 and while they are eating, he said, `Verily I say to you, that one of you shall deliver me up.' | 21 καὶ ἐσθιόντων αὐτῶν εἶπεν, ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με. | |||
22 And being grieved exceedingly, they began to say to him, each of them, `Is it I, Sir?' | 22 καὶ λυπούμενοι σφόδρα ἤρξαντο λέγειν αὐτῶ εἷς ἕκαστος, μήτι ἐγώ εἰμι, κύριε; | |||
23 And he answering said, `He who did dip with me the hand in the dish, he will deliver me up; | 23 ὁ δὲ ἀποκριθεὶς εἶπεν, ὁ ἐμβάψας μετ᾽ ἐμοῦ τὴν χεῖρα ἐν τῶ τρυβλίῳ οὖτός με παραδώσει. | |||
24 the Son of Man doth indeed go, as it hath been written concerning him, but wo to that man through whom the Son of Man is delivered up! good it were for him if that man had not been born.' | 24 ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ, οὐαὶ δὲ τῶ ἀνθρώπῳ ἐκείνῳ δι᾽ οὖ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῶ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος. | |||
25 And Judas -- he who delivered him up -- answering said, `Is it I, Rabbi?' He saith to him, `Thou hast said.' | 25 ἀποκριθεὶς δὲ ἰούδας ὁ παραδιδοὺς αὐτὸν εἶπεν, μήτι ἐγώ εἰμι, ῥαββί; λέγει αὐτῶ, σὺ εἶπας. | |||
26 And while they were eating, Jesus having taken the bread, and having blessed, did brake, and was giving to the disciples, and said, `Take, eat, this is my body;' | 26 ἐσθιόντων δὲ αὐτῶν λαβὼν ὁ ἰησοῦς ἄρτον καὶ εὐλογήσας ἔκλασεν καὶ δοὺς τοῖς μαθηταῖς εἶπεν, λάβετε φάγετε, τοῦτό ἐστιν τὸ σῶμά μου. | |||
27 and having taken the cup, and having given thanks, he gave to them, saying, `Drink ye of it -- all; | 27 καὶ λαβὼν ποτήριον καὶ εὐχαριστήσας ἔδωκεν αὐτοῖς λέγων, πίετε ἐξ αὐτοῦ πάντες, | |||
28 for this is my blood of the new covenant, that for many is being poured out -- to remission of sins; | 28 τοῦτο γάρ ἐστιν τὸ αἷμά μου τῆς διαθήκης τὸ περὶ πολλῶν ἐκχυννόμενον εἰς ἄφεσιν ἁμαρτιῶν. | |||
29 and I say to you, that I may not drink henceforth on this produce of the vine, till that day when I may drink it with you new in the reign of my Father.' | 29 λέγω δὲ ὑμῖν, οὐ μὴ πίω ἀπ᾽ ἄρτι ἐκ τούτου τοῦ γενήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω μεθ᾽ ὑμῶν καινὸν ἐν τῇ βασιλείᾳ τοῦ πατρός μου. | |||
30 And having sung a hymn, they went forth to the mount of the Olives; | 30 καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ ὄρος τῶν ἐλαιῶν. | |||
31 then saith Jesus to them, `All ye shall be stumbled at me this night; for it hath been written, I will smite the shepherd, and the sheep of the flock shall be scattered abroad; | 31 τότε λέγει αὐτοῖς ὁ ἰησοῦς, πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ, γέγραπται γάρ, πατάξω τὸν ποιμένα, καὶ διασκορπισθήσονται τὰ πρόβατα τῆς ποίμνης· | |||
32 but, after my having risen, I will go before you to Galilee.' | 32 μετὰ δὲ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν γαλιλαίαν. | |||
33 And Peter answering said to him, `Even if all shall be stumbled at thee, I will never be stumbled.' | 33 ἀποκριθεὶς δὲ ὁ πέτρος εἶπεν αὐτῶ, εἰ πάντες σκανδαλισθήσονται ἐν σοί, ἐγὼ οὐδέποτε σκανδαλισθήσομαι. | |||
34 Jesus said to him, `Verily I say to thee, that, this night, before cock-crowing, thrice thou wilt deny me.' | 34 ἔφη αὐτῶ ὁ ἰησοῦς, ἀμὴν λέγω σοι ὅτι ἐν ταύτῃ τῇ νυκτὶ πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με. | |||
35 Peter saith to him, `Even if it may be necessary for me to die with thee, I will not deny thee;' in like manner also said all the disciples. | 35 λέγει αὐτῶ ὁ πέτρος, κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε ἀπαρνήσομαι. ὁμοίως καὶ πάντες οἱ μαθηταὶ εἶπαν. | |||
36 Then come with them doth Jesus to a place called Gethsemane, and he saith to the disciples, `Sit ye here, till having gone away, I shall pray yonder.' | 36 τότε ἔρχεται μετ᾽ αὐτῶν ὁ ἰησοῦς εἰς χωρίον λεγόμενον γεθσημανί, καὶ λέγει τοῖς μαθηταῖς, καθίσατε αὐτοῦ ἕως [οὖ] ἀπελθὼν ἐκεῖ προσεύξωμαι. | |||
37 And having taken Peter, and the two sons of Zebedee, he began to be sorrowful, and to be very heavy; | 37 καὶ παραλαβὼν τὸν πέτρον καὶ τοὺς δύο υἱοὺς ζεβεδαίου ἤρξατο λυπεῖσθαι καὶ ἀδημονεῖν. | |||
38 then saith he to them, `Exceedingly sorrowful is my soul -- unto death; abide ye here, and watch with me.' | 38 τότε λέγει αὐτοῖς, περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε μετ᾽ ἐμοῦ. | |||
39 And having gone forward a little, he fell on his face, praying, and saying, `My Father, if it be possible, let this cup pass from me; nevertheless, not as I will, but as Thou.' | 39 καὶ προελθὼν μικρὸν ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ προσευχόμενος καὶ λέγων, πάτερ μου, εἰ δυνατόν ἐστιν, παρελθάτω ἀπ᾽ ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν οὐχ ὡς ἐγὼ θέλω ἀλλ᾽ ὡς σύ. | |||
40 And he cometh unto the disciples, and findeth them sleeping, and he saith to Peter, `So! ye were not able one hour to watch with me! | 40 καὶ ἔρχεται πρὸς τοὺς μαθητὰς καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῶ πέτρῳ, οὕτως οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι μετ᾽ ἐμοῦ; | |||
41 watch, and pray, that ye may not enter into temptation: the spirit indeed is forward, but the flesh weak.' | 41 γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν· τὸ μὲν πνεῦμα πρόθυμον ἡ δὲ σὰρξ ἀσθενής. | |||
42 Again, a second time, having gone away, he prayed, saying, `My Father, if this cup cannot pass away from me except I drink it, Thy will be done;' | 42 πάλιν ἐκ δευτέρου ἀπελθὼν προσηύξατο λέγων, πάτερ μου, εἰ οὐ δύναται τοῦτο παρελθεῖν ἐὰν μὴ αὐτὸ πίω, γενηθήτω τὸ θέλημά σου. | |||
43 and having come, he findeth them again sleeping, for their eyes were heavy. | 43 καὶ ἐλθὼν πάλιν εὖρεν αὐτοὺς καθεύδοντας, ἦσαν γὰρ αὐτῶν οἱ ὀφθαλμοὶ βεβαρημένοι. | |||
44 And having left them, having gone away again, he prayed a third time, saying the same word; | 44 καὶ ἀφεὶς αὐτοὺς πάλιν ἀπελθὼν προσηύξατο ἐκ τρίτου τὸν αὐτὸν λόγον εἰπὼν πάλιν. | |||
45 then cometh he unto his disciples, and saith to them, `Sleep on henceforth, and rest! lo, the hour hath come nigh, and the Son of Man is delivered up to the hands of sinners. | 45 τότε ἔρχεται πρὸς τοὺς μαθητὰς καὶ λέγει αὐτοῖς, καθεύδετε [τὸ] λοιπὸν καὶ ἀναπαύεσθε; ἰδοὺ ἤγγικεν ἡ ὥρα καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἁμαρτωλῶν. | |||
46 Rise, let us go; lo, he hath come nigh who is delivering me up.' | 46 ἐγείρεσθε, ἄγωμεν· ἰδοὺ ἤγγικεν ὁ παραδιδούς με. | |||
47 And while he is yet speaking, lo, Judas, one of the twelve did come, and with him a great multitude, with swords and sticks, from the chief priests and elders of the people. | 47 καὶ ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ ἰούδας εἷς τῶν δώδεκα ἦλθεν καὶ μετ᾽ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ. | |||
48 And he who did deliver him up did give them a sign, saying, `Whomsoever I will kiss, it is he: lay hold on him;' | 48 ὁ δὲ παραδιδοὺς αὐτὸν ἔδωκεν αὐτοῖς σημεῖον λέγων, ὃν ἂν φιλήσω αὐτός ἐστιν· κρατήσατε αὐτόν. | |||
49 and immediately, having come to Jesus, he said, `Hail, Rabbi,' and kissed him; | 49 καὶ εὐθέως προσελθὼν τῶ ἰησοῦ εἶπεν, χαῖρε, ῥαββί· καὶ κατεφίλησεν αὐτόν. | |||
50 and Jesus said to him, `Comrade, for what art thou present?' Then having come near, they laid hands on Jesus, and took hold on him. | 50 ὁ δὲ ἰησοῦς εἶπεν αὐτῶ, ἑταῖρε, ἐφ᾽ ὃ πάρει. τότε προσελθόντες ἐπέβαλον τὰς χεῖρας ἐπὶ τὸν ἰησοῦν καὶ ἐκράτησαν αὐτόν. | |||
51 And lo, one of those with Jesus, having stretched forth the hand, drew his sword, and having struck the servant of the chief priest, he took off his ear. | 51 καὶ ἰδοὺ εἷς τῶν μετὰ ἰησοῦ ἐκτείνας τὴν χεῖρα ἀπέσπασεν τὴν μάχαιραν αὐτοῦ καὶ πατάξας τὸν δοῦλον τοῦ ἀρχιερέως ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον. | |||
52 Then saith Jesus to him, `Turn back thy sword to its place; for all who did take the sword, by the sword shall perish; | 52 τότε λέγει αὐτῶ ὁ ἰησοῦς, ἀπόστρεψον τὴν μάχαιράν σου εἰς τὸν τόπον αὐτῆς, πάντες γὰρ οἱ λαβόντες μάχαιραν ἐν μαχαίρῃ ἀπολοῦνται. | |||
53 dost thou think that I am not able now to call upon my Father, and He will place beside me more than twelve legions of messengers? | 53 ἢ δοκεῖς ὅτι οὐ δύναμαι παρακαλέσαι τὸν πατέρα μου, καὶ παραστήσει μοι ἄρτι πλείω δώδεκα λεγιῶνας ἀγγέλων; | |||
54 how then may the Writings be fulfilled, that thus it behoveth to happen?' | 54 πῶς οὗν πληρωθῶσιν αἱ γραφαὶ ὅτι οὕτως δεῖ γενέσθαι; | |||
55 In that hour said Jesus to the multitudes, `As against a robber ye did come forth, with swords and sticks, to take me! daily with you I was sitting teaching in the temple, and ye did not lay hold on me; | 55 ἐν ἐκείνῃ τῇ ὥρᾳ εἶπεν ὁ ἰησοῦς τοῖς ὄχλοις, ὡς ἐπὶ λῃστὴν ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με; καθ᾽ ἡμέραν ἐν τῶ ἱερῶ ἐκαθεζόμην διδάσκων καὶ οὐκ ἐκρατήσατέ με. | |||
56 but all this hath come to pass, that the Writings of the prophets may be fulfilled;' then all the disciples, having left him, fled. | 56 τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῶσιν αἱ γραφαὶ τῶν προφητῶν. τότε οἱ μαθηταὶ πάντες ἀφέντες αὐτὸν ἔφυγον. | |||
57 And those laying hold on Jesus led `him' away unto Caiaphas the chief priest, where the scribes and the elders were gathered together, | 57 οἱ δὲ κρατήσαντες τὸν ἰησοῦν ἀπήγαγον πρὸς καϊάφαν τὸν ἀρχιερέα, ὅπου οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι συνήχθησαν. | |||
58 and Peter was following him afar off, unto the court of the chief priest, and having gone in within, he was sitting with the officers, to see the end. | 58 ὁ δὲ πέτρος ἠκολούθει αὐτῶ ἀπὸ μακρόθεν ἕως τῆς αὐλῆς τοῦ ἀρχιερέως, καὶ εἰσελθὼν ἔσω ἐκάθητο μετὰ τῶν ὑπηρετῶν ἰδεῖν τὸ τέλος. | |||
59 And the chief priests, and the elders, and all the council, were seeking false witness against Jesus, that they might put him to death, | 59 οἱ δὲ ἀρχιερεῖς καὶ τὸ συνέδριον ὅλον ἐζήτουν ψευδομαρτυρίαν κατὰ τοῦ ἰησοῦ ὅπως αὐτὸν θανατώσωσιν, | |||
60 and they did not find; and many false witnesses having come near, they did not find; and at last two false witnesses having come near, | 60 καὶ οὐχ εὖρον πολλῶν προσελθόντων ψευδομαρτύρων. ὕστερον δὲ προσελθόντες δύο | |||
61 said, `This one said, I am able to throw down the sanctuary of God, and after three days to build it.' | 61 εἶπαν, οὖτος ἔφη, δύναμαι καταλῦσαι τὸν ναὸν τοῦ θεοῦ καὶ διὰ τριῶν ἡμερῶν οἰκοδομῆσαι. | |||
62 And the chief priest having stood up, said to him, `Nothing thou dost answer! what do these witness against thee? | 62 καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἶπεν αὐτῶ, οὐδὲν ἀποκρίνῃ; τί οὖτοί σου καταμαρτυροῦσιν; | |||
63 and Jesus was silent. And the chief priest answering said to him, `I adjure thee, by the living God, that thou mayest say to us, if thou art the Christ -- the Son of God.' | 63 ὁ δὲ ἰησοῦς ἐσιώπα. καὶ ὁ ἀρχιερεὺς εἶπεν αὐτῶ, ἐξορκίζω σε κατὰ τοῦ θεοῦ τοῦ ζῶντος ἵνα ἡμῖν εἴπῃς εἰ σὺ εἶ ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ. | |||
64 Jesus saith to him, `Thou hast said; nevertheless I say to you, hereafter ye shall see the Son of Man sitting on the right hand of the power, and coming upon the clouds, of the heaven.' | 64 λέγει αὐτῶ ὁ ἰησοῦς, σὺ εἶπας· πλὴν λέγω ὑμῖν, ἀπ᾽ ἄρτι ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ. | |||
65 Then the chief priest rent his garments, saying, -- `He hath spoken evil; what need have we yet of witnesses? lo, now ye heard his evil speaking; | 65 τότε ὁ ἀρχιερεὺς διέρρηξεν τὰ ἱμάτια αὐτοῦ λέγων, ἐβλασφήμησεν· τί ἔτι χρείαν ἔχομεν μαρτύρων; ἴδε νῦν ἠκούσατε τὴν βλασφημίαν· | |||
66 what think ye?' and they answering said, `He is worthy of death.' | 66 τί ὑμῖν δοκεῖ; οἱ δὲ ἀποκριθέντες εἶπαν, ἔνοχος θανάτου ἐστίν. | |||
67 Then did they spit in his face and buffet him, and others did slap, | 67 τότε ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ καὶ ἐκολάφισαν αὐτόν, οἱ δὲ ἐράπισαν | |||
68 saying, `Declare to us, O Christ, who he is that struck thee?' | 68 λέγοντες, προφήτευσον ἡμῖν, χριστέ, τίς ἐστιν ὁ παίσας σε; | |||
69 And Peter without was sitting in the court, and there came near to him a certain maid, saying, `And thou wast with Jesus of Galilee!' | 69 ὁ δὲ πέτρος ἐκάθητο ἔξω ἐν τῇ αὐλῇ· καὶ προσῆλθεν αὐτῶ μία παιδίσκη λέγουσα, καὶ σὺ ἦσθα μετὰ ἰησοῦ τοῦ γαλιλαίου. | |||
70 And he denied before all, saying, `I have not known what thou sayest.' | 70 ὁ δὲ ἠρνήσατο ἔμπροσθεν πάντων λέγων, οὐκ οἶδα τί λέγεις. | |||
71 And he having gone forth to the porch, another female saw him, and saith to those there, `And this one was with Jesus of Nazareth;' | 71 ἐξελθόντα δὲ εἰς τὸν πυλῶνα εἶδεν αὐτὸν ἄλλη καὶ λέγει τοῖς ἐκεῖ, οὖτος ἦν μετὰ ἰησοῦ τοῦ ναζωραίου. | |||
72 and again did he deny with an oath -- `I have not known the man.' | 72 καὶ πάλιν ἠρνήσατο μετὰ ὅρκου ὅτι οὐκ οἶδα τὸν ἄνθρωπον. | |||
73 And after a little those standing near having come, said to Peter, `Truly thou also art of them, for even thy speech doth make thee manifest.' | 73 μετὰ μικρὸν δὲ προσελθόντες οἱ ἑστῶτες εἶπον τῶ πέτρῳ, ἀληθῶς καὶ σὺ ἐξ αὐτῶν εἶ, καὶ γὰρ ἡ λαλιά σου δῆλόν σε ποιεῖ. | |||
74 Then began he to anathematise, and to swear -- `I have not known the man;' and immediately did a cock crow, | 74 τότε ἤρξατο καταθεματίζειν καὶ ὀμνύειν ὅτι οὐκ οἶδα τὸν ἄνθρωπον. καὶ εὐθέως ἀλέκτωρ ἐφώνησεν. | |||
75 and Peter remembered the saying of Jesus, he having said to him -- `Before cock-crowing, thrice thou wilt deny me;' and having gone without, he did weep bitterly. | 75 καὶ ἐμνήσθη ὁ πέτρος τοῦ ῥήματος ἰησοῦ εἰρηκότος ὅτι πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με· καὶ ἐξελθὼν ἔξω ἔκλαυσεν πικρῶς. | |||
Chapter 25 Bible Contents Chapter 27
Other chapters in Matthew: 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28
Genres: Law History Wisdom Prophets Gospels Acts Epistles Apocalyptic
Or select another Bible translation:
Turn Parallel Languages Off
American Standard Version
Bible in Basic English
Darby English Bible
King James Version
Webster's Bible
World English Bible
Greek New Testament
Cover image by Freedom Studio / Shutterstock Koine Greek audio (in modern Greek pronunciation) narrated by Theo Karvounakis..