Matthew 27 - American Standard Version with Greek
Law History Wisdom Prophets Gospels Acts Epistles Apocalyptic
1 Now when morning was come, all the chief priests and the elders of the people took counsel against Jesus to put him to death: | 1 πρωΐας δὲ γενομένης συμβούλιον ἔλαβον πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ κατὰ τοῦ ἰησοῦ ὥστε θανατῶσαι αὐτόν· | |||
2 and they bound him, and led him away, and delivered him up to Pilate the governor. | 2 καὶ δήσαντες αὐτὸν ἀπήγαγον καὶ παρέδωκαν πιλάτῳ τῶ ἡγεμόνι. | |||
3 Then Judas, who betrayed him, when he saw that he was condemned, repented himself, and brought back the thirty pieces of silver to the chief priests and elders, | 3 τότε ἰδὼν ἰούδας ὁ παραδιδοὺς αὐτὸν ὅτι κατεκρίθη μεταμεληθεὶς ἔστρεψεν τὰ τριάκοντα ἀργύρια τοῖς ἀρχιερεῦσιν καὶ πρεσβυτέροις | |||
4 saying, I have sinned in that I betrayed innocent blood. But they said, What is that to us? see thou `to it'. | 4 λέγων, ἥμαρτον παραδοὺς αἷμα ἀθῶον. οἱ δὲ εἶπαν, τί πρὸς ἡμᾶς; σὺ ὄψῃ. | |||
5 And he cast down the pieces of silver into the sanctuary, and departed; and he went away and hanged himself. | 5 καὶ ῥίψας τὰ ἀργύρια εἰς τὸν ναὸν ἀνεχώρησεν, καὶ ἀπελθὼν ἀπήγξατο. | |||
6 And the chief priests took the pieces of silver, and said, It is not lawful to put them into the treasury, since it is the price of blood. | 6 οἱ δὲ ἀρχιερεῖς λαβόντες τὰ ἀργύρια εἶπαν, οὐκ ἔξεστιν βαλεῖν αὐτὰ εἰς τὸν κορβανᾶν, ἐπεὶ τιμὴ αἵματός ἐστιν. | |||
7 And they took counsel, and bought with them the potter's field, to bury strangers in. | 7 συμβούλιον δὲ λαβόντες ἠγόρασαν ἐξ αὐτῶν τὸν ἀγρὸν τοῦ κεραμέως εἰς ταφὴν τοῖς ξένοις. | |||
8 Wherefore that field was called, the field of blood, unto this day. | 8 διὸ ἐκλήθη ὁ ἀγρὸς ἐκεῖνος ἀγρὸς αἵματος ἕως τῆς σήμερον. | |||
9 Then was fulfilled that which was spoken through Jeremiah the prophet, saying, And they took the thirty pieces of silver, the price of him that was priced, whom `certain' of the children of Israel did price; | 9 τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ ἰερεμίου τοῦ προφήτου λέγοντος, καὶ ἔλαβον τὰ τριάκοντα ἀργύρια, τὴν τιμὴν τοῦ τετιμημένου ὃν ἐτιμήσαντο ἀπὸ υἱῶν ἰσραήλ, | |||
10 and they gave them for the potter's field, as the Lord appointed me. | 10 καὶ ἔδωκαν αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ κεραμέως, καθὰ συνέταξέν μοι κύριος. | |||
11 Now Jesus stood before the governor: and the governor asked him, saying, Art thou the King of the Jews? And Jesus said unto him, Thou sayest. | 11 ὁ δὲ ἰησοῦς ἐστάθη ἔμπροσθεν τοῦ ἡγεμόνος· καὶ ἐπηρώτησεν αὐτὸν ὁ ἡγεμὼν λέγων, σὺ εἶ ὁ βασιλεὺς τῶν ἰουδαίων; ὁ δὲ ἰησοῦς ἔφη, σὺ λέγεις. | |||
12 And when he was accused by the chief priests and elders, he answered nothing. | 12 καὶ ἐν τῶ κατηγορεῖσθαι αὐτὸν ὑπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων οὐδὲν ἀπεκρίνατο. | |||
13 Then saith Pilate unto him, Hearest thou not how many things they witness against thee? | 13 τότε λέγει αὐτῶ ὁ πιλᾶτος, οὐκ ἀκούεις πόσα σου καταμαρτυροῦσιν; | |||
14 And he gave him no answer, not even to one word: insomuch that the governor marvelled greatly. | 14 καὶ οὐκ ἀπεκρίθη αὐτῶ πρὸς οὐδὲ ἓν ῥῆμα, ὥστε θαυμάζειν τὸν ἡγεμόνα λίαν. | |||
15 Now at the feast the governor was wont to release unto the multitude one prisoner, whom they would. | 15 κατὰ δὲ ἑορτὴν εἰώθει ὁ ἡγεμὼν ἀπολύειν ἕνα τῶ ὄχλῳ δέσμιον ὃν ἤθελον. | |||
16 And they had then a notable prisoner, called Barabbas. | 16 εἶχον δὲ τότε δέσμιον ἐπίσημον λεγόμενον [ἰησοῦν] βαραββᾶν. | |||
17 When therefore they were gathered together, Pilate said unto them, Whom will ye that I release unto you? Barabbas, or Jesus who is called Christ? | 17 συνηγμένων οὗν αὐτῶν εἶπεν αὐτοῖς ὁ πιλᾶτος, τίνα θέλετε ἀπολύσω ὑμῖν, [ἰησοῦν τὸν] βαραββᾶν ἢ ἰησοῦν τὸν λεγόμενον χριστόν; | |||
18 For he knew that for envy they had delivered him up. | 18 ᾔδει γὰρ ὅτι διὰ φθόνον παρέδωκαν αὐτόν. | |||
19 And while he was sitting on the judgment-seat, his wife sent unto him, saying, Have thou nothing to do with that righteous man; for I have suffered many things this day in a dream because of him. | 19 καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ βήματος ἀπέστειλεν πρὸς αὐτὸν ἡ γυνὴ αὐτοῦ λέγουσα, μηδὲν σοὶ καὶ τῶ δικαίῳ ἐκείνῳ, πολλὰ γὰρ ἔπαθον σήμερον κατ᾽ ὄναρ δι᾽ αὐτόν. | |||
20 Now the chief priests and the elders persuaded the multitudes that they should ask for Barabbas, and destroy Jesus. | 20 οἱ δὲ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι ἔπεισαν τοὺς ὄχλους ἵνα αἰτήσωνται τὸν βαραββᾶν τὸν δὲ ἰησοῦν ἀπολέσωσιν. | |||
21 But the governor answered and said unto them, Which of the two will ye that I release unto you? And they said, Barabbas. | 21 ἀποκριθεὶς δὲ ὁ ἡγεμὼν εἶπεν αὐτοῖς, τίνα θέλετε ἀπὸ τῶν δύο ἀπολύσω ὑμῖν; οἱ δὲ εἶπαν, τὸν βαραββᾶν. | |||
22 Pilate saith unto them, What then shall I do unto Jesus who is called Christ? They all say, Let him be crucified. | 22 λέγει αὐτοῖς ὁ πιλᾶτος, τί οὗν ποιήσω ἰησοῦν τὸν λεγόμενον χριστόν; λέγουσιν πάντες, σταυρωθήτω. | |||
23 And he said, Why, what evil hath he done? But they cried out exceedingly, saying, Let him be crucified. | 23 ὁ δὲ ἔφη, τί γὰρ κακὸν ἐποίησεν; οἱ δὲ περισσῶς ἔκραζον λέγοντες, σταυρωθήτω. | |||
24 So when Pilate saw that he prevailed nothing, but rather that a tumult was arising, he took water, and washed his hands before the multitude, saying, I am innocent of the blood of this righteous man; see ye `to it'. | 24 ἰδὼν δὲ ὁ πιλᾶτος ὅτι οὐδὲν ὠφελεῖ ἀλλὰ μᾶλλον θόρυβος γίνεται, λαβὼν ὕδωρ ἀπενίψατο τὰς χεῖρας ἀπέναντι τοῦ ὄχλου, λέγων, ἀθῶός εἰμι ἀπὸ τοῦ αἵματος τούτου· ὑμεῖς ὄψεσθε. | |||
25 And all the people answered and said, His blood `be' on us, and on our children. | 25 καὶ ἀποκριθεὶς πᾶς ὁ λαὸς εἶπεν, τὸ αἷμα αὐτοῦ ἐφ᾽ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν. | |||
26 Then released he unto them Barabbas; but Jesus he scourged and delivered to be crucified. | 26 τότε ἀπέλυσεν αὐτοῖς τὸν βαραββᾶν, τὸν δὲ ἰησοῦν φραγελλώσας παρέδωκεν ἵνα σταυρωθῇ. | |||
27 Then the soldiers of the governor took Jesus into the Praetorium, and gathered unto him the whole band. | 27 τότε οἱ στρατιῶται τοῦ ἡγεμόνος παραλαβόντες τὸν ἰησοῦν εἰς τὸ πραιτώριον συνήγαγον ἐπ᾽ αὐτὸν ὅλην τὴν σπεῖραν. | |||
28 And they stripped him, and put on him a scarlet robe. | 28 καὶ ἐκδύσαντες αὐτὸν χλαμύδα κοκκίνην περιέθηκαν αὐτῶ, | |||
29 And they platted a crown of thorns and put it upon his head, and a reed in his right hand; and they kneeled down before him, and mocked him, saying, Hail, King of the Jews! | 29 καὶ πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ καὶ κάλαμον ἐν τῇ δεξιᾷ αὐτοῦ, καὶ γονυπετήσαντες ἔμπροσθεν αὐτοῦ ἐνέπαιξαν αὐτῶ λέγοντες, χαῖρε, βασιλεῦ τῶν ἰουδαίων, | |||
30 And they spat upon him, and took the reed and smote him on the head. | 30 καὶ ἐμπτύσαντες εἰς αὐτὸν ἔλαβον τὸν κάλαμον καὶ ἔτυπτον εἰς τὴν κεφαλὴν αὐτοῦ. | |||
31 And when they had mocked him, they took off from him the robe, and put on him his garments, and led him away to crucify him. | 31 καὶ ὅτε ἐνέπαιξαν αὐτῶ, ἐξέδυσαν αὐτὸν τὴν χλαμύδα καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια αὐτοῦ, καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ σταυρῶσαι. | |||
32 And as they came out, they found a man of Cyrene, Simon by name: him they compelled to go `with them', that he might bear his cross. | 32 ἐξερχόμενοι δὲ εὖρον ἄνθρωπον κυρηναῖον ὀνόματι σίμωνα· τοῦτον ἠγγάρευσαν ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ. | |||
33 And they were come unto a place called Golgotha, that is to say, The place of a skull, | 33 καὶ ἐλθόντες εἰς τόπον λεγόμενον γολγοθᾶ, ὅ ἐστιν κρανίου τόπος λεγόμενος, | |||
34 they gave him wine to drink mingled with gall: and when he had tasted it, he would not drink. | 34 ἔδωκαν αὐτῶ πιεῖν οἶνον μετὰ χολῆς μεμιγμένον· καὶ γευσάμενος οὐκ ἠθέλησεν πιεῖν. | |||
35 And when they had crucified him, they parted his garments among them, casting lots; | 35 σταυρώσαντες δὲ αὐτὸν διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ βάλλοντες κλῆρον, | |||
36 and they sat and watched him there. | 36 καὶ καθήμενοι ἐτήρουν αὐτὸν ἐκεῖ. | |||
37 And they set up over his head his accusation written, THIS IS JESUS THE KING OF THE JEWS. | 37 καὶ ἐπέθηκαν ἐπάνω τῆς κεφαλῆς αὐτοῦ τὴν αἰτίαν αὐτοῦ γεγραμμένην· οὖτός ἐστιν ἰησοῦς ὁ βασιλεῦς τῶν ἰουδαίων. | |||
38 Then are there crucified with him two robbers, one on the right hand and one on the left. | 38 τότε σταυροῦνται σὺν αὐτῶ δύο λῃσταί, εἷς ἐκ δεξιῶν καὶ εἷς ἐξ εὐωνύμων. | |||
39 And they that passed by railed on him, wagging their heads, | 39 οἱ δὲ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν κινοῦντες τὰς κεφαλὰς αὐτῶν | |||
40 and saying, Thou that destroyest the temple, and buildest it in three days, save thyself: if thou art the Son of God, come down from the cross. | 40 καὶ λέγοντες, ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν, σῶσον σεαυτόν, εἰ υἱὸς εἶ τοῦ θεοῦ, [καὶ] κατάβηθι ἀπὸ τοῦ σταυροῦ. | |||
41 In like manner also the chief priests mocking `him', with the scribes and elders, said, | 41 ὁμοίως καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες μετὰ τῶν γραμματέων καὶ πρεσβυτέρων ἔλεγον, | |||
42 He saved others; himself he cannot save. He is the King of Israel; let him now come down from the cross, and we will believe on him. | 42 ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι· βασιλεὺς ἰσραήλ ἐστιν, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ καὶ πιστεύσομεν ἐπ᾽ αὐτόν. | |||
43 He trusteth on God; let him deliver him now, if he desireth him: for he said, I am the Son of God. | 43 πέποιθεν ἐπὶ τὸν θεόν, ῥυσάσθω νῦν εἰ θέλει αὐτόν· εἶπεν γὰρ ὅτι θεοῦ εἰμι υἱός. | |||
44 And the robbers also that were crucified with him cast upon him the same reproach. | 44 τὸ δ᾽ αὐτὸ καὶ οἱ λῃσταὶ οἱ συσταυρωθέντες σὺν αὐτῶ ὠνείδιζον αὐτόν. | |||
45 Now from the sixth hour there was darkness over all the land until the ninth hour. | 45 ἀπὸ δὲ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας ἐνάτης. | |||
46 And about the ninth hour Jesus cried with a loud voice, saying, Eli, Eli, lama sabachthani? that is, My God, my God, why hast thou forsaken me? | 46 περὶ δὲ τὴν ἐνάτην ὥραν ἀνεβόησεν ὁ ἰησοῦς φωνῇ μεγάλῃ λέγων, ηλι ηλι λεμα σαβαχθανι; τοῦτ᾽ ἔστιν, θεέ μου θεέ μου, ἱνατί με ἐγκατέλιπες; | |||
47 And some of them stood there, when they heard it, said, This man calleth Elijah. | 47 τινὲς δὲ τῶν ἐκεῖ ἑστηκότων ἀκούσαντες ἔλεγον ὅτι ἠλίαν φωνεῖ οὖτος. | |||
48 And straightway one of them ran, and took a sponge, and filled it with vinegar, and put it on a reed, and gave him to drink. | 48 καὶ εὐθέως δραμὼν εἷς ἐξ αὐτῶν καὶ λαβὼν σπόγγον πλήσας τε ὄξους καὶ περιθεὶς καλάμῳ ἐπότιζεν αὐτόν. | |||
49 And the rest said, Let be; let us see whether Elijah cometh to save him. | 49 οἱ δὲ λοιποὶ ἔλεγον, ἄφες ἴδωμεν εἰ ἔρχεται ἠλίας σώσων αὐτόν. | |||
50 And Jesus cried again with a loud voice, and yielded up his spirit. | 50 ὁ δὲ ἰησοῦς πάλιν κράξας φωνῇ μεγάλῃ ἀφῆκεν τὸ πνεῦμα. | |||
51 And behold, the veil of the temple was rent in two from the top to the bottom; and the earth did quake; and the rocks were rent; | 51 καὶ ἰδοὺ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη ἀπ᾽ ἄνωθεν ἕως κάτω εἰς δύο, καὶ ἡ γῆ ἐσείσθη, καὶ αἱ πέτραι ἐσχίσθησαν, | |||
52 and the tombs were opened; and many bodies of the saints that had fallen asleep were raised; | 52 καὶ τὰ μνημεῖα ἀνεῴχθησαν καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθησαν, | |||
53 and coming forth out of the tombs after his resurrection they entered into the holy city and appeared unto many. | 53 καὶ ἐξελθόντες ἐκ τῶν μνημείων μετὰ τὴν ἔγερσιν αὐτοῦ εἰσῆλθον εἰς τὴν ἁγίαν πόλιν καὶ ἐνεφανίσθησαν πολλοῖς. | |||
54 Now the centurion, and they that were with him watching Jesus, when they saw the earthquake, and the things that were done, feared exceedingly, saying, Truly this was the Son of God. | 54 ὁ δὲ ἑκατόνταρχος καὶ οἱ μετ᾽ αὐτοῦ τηροῦντες τὸν ἰησοῦν ἰδόντες τὸν σεισμὸν καὶ τὰ γενόμενα ἐφοβήθησαν σφόδρα, λέγοντες, ἀληθῶς θεοῦ υἱὸς ἦν οὖτος. | |||
55 And many women were there beholding from afar, who had followed Jesus from Galilee, ministering unto him: | 55 ἦσαν δὲ ἐκεῖ γυναῖκες πολλαὶ ἀπὸ μακρόθεν θεωροῦσαι, αἵτινες ἠκολούθησαν τῶ ἰησοῦ ἀπὸ τῆς γαλιλαίας διακονοῦσαι αὐτῶ· | |||
56 among whom was Mary Magdalene, and Mary the mother of James and Joses, and the mother of the sons of Zebedee. | 56 ἐν αἷς ἦν μαρία ἡ μαγδαληνὴ καὶ μαρία ἡ τοῦ ἰακώβου καὶ ἰωσὴφ μήτηρ καὶ ἡ μήτηρ τῶν υἱῶν ζεβεδαίου. | |||
57 And when even was come, there came a rich man from Arimathaea, named Joseph, who also himself was Jesus' disciple: | 57 ὀψίας δὲ γενομένης ἦλθεν ἄνθρωπος πλούσιος ἀπὸ ἁριμαθαίας, τοὔνομα ἰωσήφ, ὃς καὶ αὐτὸς ἐμαθητεύθη τῶ ἰησοῦ· | |||
58 this man went to Pilate, and asked for the body of Jesus. Then Pilate commanded it to be given up. | 58 οὖτος προσελθὼν τῶ πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ ἰησοῦ. τότε ὁ πιλᾶτος ἐκέλευσεν ἀποδοθῆναι. | |||
59 And Joseph took the body, and wrapped it in a clean linen cloth, | 59 καὶ λαβὼν τὸ σῶμα ὁ ἰωσὴφ ἐνετύλιξεν αὐτὸ [ἐν] σινδόνι καθαρᾷ, | |||
60 and laid it in his own new tomb, which he had hewn out in the rock: and he rolled a great stone to the door of the tomb, and departed. | 60 καὶ ἔθηκεν αὐτὸ ἐν τῶ καινῶ αὐτοῦ μνημείῳ ὃ ἐλατόμησεν ἐν τῇ πέτρᾳ, καὶ προσκυλίσας λίθον μέγαν τῇ θύρᾳ τοῦ μνημείου ἀπῆλθεν. | |||
61 And Mary Magdalene was there, and the other Mary, sitting over against the sepulchre. | 61 ἦν δὲ ἐκεῖ μαριὰμ ἡ μαγδαληνὴ καὶ ἡ ἄλλη μαρία καθήμεναι ἀπέναντι τοῦ τάφου. | |||
62 Now on the morrow, which is `the day' after the Preparation, the chief priests and the Pharisees were gathered together unto Pilate, | 62 τῇ δὲ ἐπαύριον, ἥτις ἐστὶν μετὰ τὴν παρασκευήν, συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ φαρισαῖοι πρὸς πιλᾶτον | |||
63 saying, Sir, we remember that that deceiver said while he was yet alive, After three days I rise again. | 63 λέγοντες, κύριε, ἐμνήσθημεν ὅτι ἐκεῖνος ὁ πλάνος εἶπεν ἔτι ζῶν, μετὰ τρεῖς ἡμέρας ἐγείρομαι. | |||
64 Command therefore that the sepulchre be made sure until the third day, lest haply his disciples come and steal him away, and say unto the people, He is risen from the dead: and the last error will be worse than the first. | 64 κέλευσον οὗν ἀσφαλισθῆναι τὸν τάφον ἕως τῆς τρίτης ἡμέρας, μήποτε ἐλθόντες οἱ μαθηταὶ αὐτοῦ κλέψωσιν αὐτὸν καὶ εἴπωσιν τῶ λαῶ, ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ ἔσται ἡ ἐσχάτη πλάνη χείρων τῆς πρώτης. | |||
65 Pilate said unto them, Ye have a guard: go, make it `as' sure as ye can. | 65 ἔφη αὐτοῖς ὁ πιλᾶτος, ἔχετε κουστωδίαν· ὑπάγετε ἀσφαλίσασθε ὡς οἴδατε. | |||
66 So they went, and made the sepulchre sure, sealing the stone, the guard being with them. | 66 οἱ δὲ πορευθέντες ἠσφαλίσαντο τὸν τάφον σφραγίσαντες τὸν λίθον μετὰ τῆς κουστωδίας. | |||
Chapter 26 Bible Contents Chapter 28
Other chapters in Matthew: 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28
Genres: Law History Wisdom Prophets Gospels Acts Epistles Apocalyptic
Or select another Bible translation:
Turn Parallel Languages Off
Bible in Basic English
Darby English Bible
King James Version
Webster's Bible
World English Bible
Young's Literal Translation
Greek New Testament
Cover image by Freedom Studio / Shutterstock Koine Greek audio (in modern Greek pronunciation) narrated by Theo Karvounakis..