Matthew 1 - Young's Literal Translation with Greek
Law History Wisdom Prophets Gospels Acts Epistles Apocalyptic
1 A roll of the birth of Jesus Christ, son of David, son of Abraham. | 1 βίβλος γενέσεως ἰησοῦ χριστοῦ υἱοῦ δαυὶδ υἱοῦ ἀβραάμ. | |||
2 Abraham begat Isaac, and Isaac begat Jacob, and Jacob begat Judah and his brethren, | 2 ἀβραὰμ ἐγέννησεν τὸν ἰσαάκ, ἰσαὰκ δὲ ἐγέννησεν τὸν ἰακώβ, ἰακὼβ δὲ ἐγέννησεν τὸν ἰούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ, | |||
3 and Judah begat Pharez and Zarah of Tamar, and Pharez begat Hezron, and Hezron begat Ram, | 3 ἰούδας δὲ ἐγέννησεν τὸν φάρες καὶ τὸν ζάρα ἐκ τῆς θαμάρ, φάρες δὲ ἐγέννησεν τὸν ἑσρώμ, ἑσρὼμ δὲ ἐγέννησεν τὸν ἀράμ, | |||
4 and Ram begat Amminadab, and Amminadab begat Nahshon, and Nahshon begat Salmon, | 4 ἀρὰμ δὲ ἐγέννησεν τὸν ἀμιναδάβ, ἀμιναδὰβ δὲ ἐγέννησεν τὸν ναασσών, ναασσὼν δὲ ἐγέννησεν τὸν σαλμών, | |||
5 and Salmon begat Boaz of Rahab, and Boaz begat Obed of Ruth, and Obed begat Jesse, | 5 σαλμὼν δὲ ἐγέννησεν τὸν βόες ἐκ τῆς ῥαχάβ, βόες δὲ ἐγέννησεν τὸν ἰωβὴδ ἐκ τῆς ῥούθ, ἰωβὴδ δὲ ἐγέννησεν τὸν ἰεσσαί, | |||
6 and Jesse begat David the king. And David the king begat Solomon, of her `who had been' Uriah's, | 6 ἰεσσαὶ δὲ ἐγέννησεν τὸν δαυὶδ τὸν βασιλέα. δαυὶδ δὲ ἐγέννησεν τὸν σολομῶνα ἐκ τῆς τοῦ οὐρίου, | |||
7 and Solomon begat Rehoboam, and Rehoboam begat Abijah, and Abijah begat Asa, | 7 σολομὼν δὲ ἐγέννησεν τὸν ῥοβοάμ, ῥοβοὰμ δὲ ἐγέννησεν τὸν ἀβιά, ἀβιὰ δὲ ἐγέννησεν τὸν ἀσάφ, | |||
8 and Asa begat Jehoshaphat, and Jehoshaphat begat Joram, and Joram begat Uzziah, | 8 ἀσὰφ δὲ ἐγέννησεν τὸν ἰωσαφάτ, ἰωσαφὰτ δὲ ἐγέννησεν τὸν ἰωράμ, ἰωρὰμ δὲ ἐγέννησεν τὸν ὀζίαν, | |||
9 and Uzziah begat Jotham, and Jotham begat Ahaz, and Ahaz begat Hezekiah, | 9 ὀζίας δὲ ἐγέννησεν τὸν ἰωαθάμ, ἰωαθὰμ δὲ ἐγέννησεν τὸν ἀχάζ, ἀχὰζ δὲ ἐγέννησεν τὸν ἑζεκίαν, | |||
10 and Hezekiah begat Manasseh, and Manasseh begat Amon, and Amon begat Josiah, | 10 ἑζεκίας δὲ ἐγέννησεν τὸν μανασσῆ, μανασσῆς δὲ ἐγέννησεν τὸν ἀμώς, ἀμὼς δὲ ἐγέννησεν τὸν ἰωσίαν, | |||
11 and Josiah begat Jeconiah and his brethren, at the Babylonian removal. | 11 ἰωσίας δὲ ἐγέννησεν τὸν ἰεχονίαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ ἐπὶ τῆς μετοικεσίας βαβυλῶνος. | |||
12 And after the Babylonian removal, Jeconiah begat Shealtiel, and Shealtiel begat Zerubbabel, | 12 μετὰ δὲ τὴν μετοικεσίαν βαβυλῶνος ἰεχονίας ἐγέννησεν τὸν σαλαθιήλ, σαλαθιὴλ δὲ ἐγέννησεν τὸν ζοροβαβέλ, | |||
13 and Zerubbabel begat Abiud, and Abiud begat Eliakim, and Eliakim begat Azor, | 13 ζοροβαβὲλ δὲ ἐγέννησεν τὸν ἀβιούδ, ἀβιοὺδ δὲ ἐγέννησεν τὸν ἐλιακίμ, ἐλιακὶμ δὲ ἐγέννησεν τὸν ἀζώρ, | |||
14 and Azor begat Sadok, and Sadok begat Achim, and Achim begat Eliud, | 14 ἀζὼρ δὲ ἐγέννησεν τὸν σαδώκ, σαδὼκ δὲ ἐγέννησεν τὸν ἀχίμ, ἀχὶμ δὲ ἐγέννησεν τὸν ἐλιούδ, | |||
15 and Eliud begat Eleazar, and Eleazar begat Matthan, and Matthan begat Jacob, | 15 ἐλιοὺδ δὲ ἐγέννησεν τὸν ἐλεάζαρ, ἐλεάζαρ δὲ ἐγέννησεν τὸν ματθάν, ματθὰν δὲ ἐγέννησεν τὸν ἰακώβ, | |||
16 and Jacob begat Joseph, the husband of Mary, of whom was begotten Jesus, who is named Christ. | 16 ἰακὼβ δὲ ἐγέννησεν τὸν ἰωσὴφ τὸν ἄνδρα μαρίας, ἐξ ἧς ἐγεννήθη ἰησοῦς ὁ λεγόμενος χριστός. | |||
17 All the generations, therefore, from Abraham unto David `are' fourteen generations, and from David unto the Babylonian removal fourteen generations, and from the Babylonian removal unto the Christ, fourteen generations. | 17 πᾶσαι οὗν αἱ γενεαὶ ἀπὸ ἀβραὰμ ἕως δαυὶδ γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ δαυὶδ ἕως τῆς μετοικεσίας βαβυλῶνος γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ τῆς μετοικεσίας βαβυλῶνος ἕως τοῦ χριστοῦ γενεαὶ δεκατέσσαρες. | |||
18 And of Jesus Christ, the birth was thus: For his mother Mary having been betrothed to Joseph, before their coming together she was found to have conceived from the Holy Spirit, | 18 τοῦ δὲ ἰησοῦ χριστοῦ ἡ γένεσις οὕτως ἦν. μνηστευθείσης τῆς μητρὸς αὐτοῦ μαρίας τῶ ἰωσήφ, πρὶν ἢ συνελθεῖν αὐτοὺς εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ πνεύματος ἁγίου. | |||
19 and Joseph her husband being righteous, and not willing to make her an example, did wish privately to send her away. | 19 ἰωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς, δίκαιος ὢν καὶ μὴ θέλων αὐτὴν δειγματίσαι, ἐβουλήθη λάθρᾳ ἀπολῦσαι αὐτήν. | |||
20 And on his thinking of these things, lo, a messenger of the Lord in a dream appeared to him, saying, `Joseph, son of David, thou mayest not fear to receive Mary thy wife, for that which in her was begotten `is' of the Holy Spirit, | 20 ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος ἰδοὺ ἄγγελος κυρίου κατ᾽ ὄναρ ἐφάνη αὐτῶ λέγων, ἰωσὴφ υἱὸς δαυίδ, μὴ φοβηθῇς παραλαβεῖν μαριὰμ τὴν γυναῖκά σου, τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ πνεύματός ἐστιν ἁγίου· | |||
21 and she shall bring forth a son, and thou shalt call his name Jesus, for he shall save his people from their sins.' | 21 τέξεται δὲ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ ἰησοῦν, αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. | |||
22 And all this hath come to pass, that it may be fulfilled that was spoken by the Lord through the prophet, saying, | 22 τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ κυρίου διὰ τοῦ προφήτου λέγοντος, | |||
23 `Lo, the virgin shall conceive, and she shall bring forth a son, and they shall call his name Emmanuel,' which is, being interpreted `With us `he is' God.' | 23 ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσουσιν τὸ ὄνομα αὐτοῦ ἐμμανουήλ, ὅ ἐστιν μεθερμηνευόμενον μεθ᾽ ἡμῶν ὁ θεός. | |||
24 And Joseph, having risen from the sleep, did as the messenger of the Lord directed him, and received his wife, | 24 ἐγερθεὶς δὲ ὁ ἰωσὴφ ἀπὸ τοῦ ὕπνου ἐποίησεν ὡς προσέταξεν αὐτῶ ὁ ἄγγελος κυρίου καὶ παρέλαβεν τὴν γυναῖκα αὐτοῦ· | |||
25 and did not know her till she brought forth her son -- the first-born, and he called his name Jesus. | 25 καὶ οὐκ ἐγίνωσκεν αὐτὴν ἕως οὖ ἔτεκεν υἱόν· καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ ἰησοῦν. | |||
Other chapters in Matthew: 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28
Genres: Law History Wisdom Prophets Gospels Acts Epistles Apocalyptic
Or select another Bible translation:
Turn Parallel Languages Off
American Standard Version
Bible in Basic English
Darby English Bible
King James Version
Webster's Bible
World English Bible
Greek New Testament
Cover image by Freedom Studio / Shutterstock Koine Greek audio (in modern Greek pronunciation) narrated by Theo Karvounakis..