Luke 12 - Webster's Bible with Greek
Law History Wisdom Prophets Gospels Acts Epistles Apocalyptic
1 In the mean time, when there was gathered an innumerable multitude of people, so that they trod one upon another, he began to say to his disciples first of all, Beware ye of the leaven of the Pharisees, which is hypocrisy. | 1 ἐν οἷς ἐπισυναχθεισῶν τῶν μυριάδων τοῦ ὄχλου, ὥστε καταπατεῖν ἀλλήλους, ἤρξατο λέγειν πρὸς τοὺς μαθητὰς αὐτοῦ πρῶτον, προσέχετε ἑαυτοῖς ἀπὸ τῆς ζύμης, ἥτις ἐστὶν ὑπόκρισις, τῶν φαρισαίων. | |
2 For there is nothing covered, that shall not be revealed; neither hid, that shall not be known. | 2 οὐδὲν δὲ συγκεκαλυμμένον ἐστὶν ὃ οὐκ ἀποκαλυφθήσεται, καὶ κρυπτὸν ὃ οὐ γνωσθήσεται. | |
3 Therefore, whatever ye have spoken in darkness, shall be heard in the light; and that which ye have spoken in the ear in closets, shall be proclaimed upon the house-tops. | 3 ἀνθ᾽ ὧν ὅσα ἐν τῇ σκοτίᾳ εἴπατε ἐν τῶ φωτὶ ἀκουσθήσεται, καὶ ὃ πρὸς τὸ οὗς ἐλαλήσατε ἐν τοῖς ταμείοις κηρυχθήσεται ἐπὶ τῶν δωμάτων. | |
4 And I say to you, my friends, Be not afraid of them that kill the body, and after that have no more that they can do. | 4 λέγω δὲ ὑμῖν τοῖς φίλοις μου, μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα καὶ μετὰ ταῦτα μὴ ἐχόντων περισσότερόν τι ποιῆσαι. | |
5 But I will forewarn you whom ye shall fear: Fear him, who after he hath killed, hath power to cast into hell; yes, I say to you, Fear him. | 5 ὑποδείξω δὲ ὑμῖν τίνα φοβηθῆτε· φοβήθητε τὸν μετὰ τὸ ἀποκτεῖναι ἔχοντα ἐξουσίαν ἐμβαλεῖν εἰς τὴν γέενναν· ναί, λέγω ὑμῖν, τοῦτον φοβήθητε. | |
6 Are not five sparrows sold for two farthings, and not one of them is forgotten before God? | 6 οὐχὶ πέντε στρουθία πωλοῦνται ἀσσαρίων δύο; καὶ ἓν ἐξ αὐτῶν οὐκ ἔστιν ἐπιλελησμένον ἐνώπιον τοῦ θεοῦ. | |
7 But even the very hairs of your head are all numbered. Fear not therefore: ye are of more value than many sparrows. | 7 ἀλλὰ καὶ αἱ τρίχες τῆς κεφαλῆς ὑμῶν πᾶσαι ἠρίθμηνται. μὴ φοβεῖσθε· πολλῶν στρουθίων διαφέρετε. | |
8 Also I say to you, Whoever shall confess me before men, him will the Son of man also confess before the angels of God. | 8 λέγω δὲ ὑμῖν, πᾶς ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῶ ἔμπροσθεν τῶν ἀγγέλων τοῦ θεοῦ· | |
9 But he that denieth me before men, shall be denied before the angels of God. | 9 ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων ἀπαρνηθήσεται ἐνώπιον τῶν ἀγγέλων τοῦ θεοῦ. | |
10 And whoever shall speak a word against the Son of man, it shall be forgiven him: but to him that blasphemeth against the Holy Spirit, it shall not be forgiven. | 10 καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῶ· τῶ δὲ εἰς τὸ ἅγιον πνεῦμα βλασφημήσαντι οὐκ ἀφεθήσεται. | |
11 And when they bring you to the synagogues, and before magistrates, and powers, be not solicitous how or what thing ye shall answer, or what ye shall say: | 11 ὅταν δὲ εἰσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγὰς καὶ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, μὴ μεριμνήσητε πῶς ἢ τί ἀπολογήσησθε ἢ τί εἴπητε· | |
12 For the Holy Spirit will teach you in the same hour what ye ought to say. | 12 τὸ γὰρ ἅγιον πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ ἃ δεῖ εἰπεῖν. | |
13 And one of the company said to him, Master, speak to my brother, that he divide the inheritance with me. | 13 εἶπεν δέ τις ἐκ τοῦ ὄχλου αὐτῶ, διδάσκαλε, εἰπὲ τῶ ἀδελφῶ μου μερίσασθαι μετ᾽ ἐμοῦ τὴν κληρονομίαν. | |
14 And he said to him, Man, who made me a judge, or a divider over you? | 14 ὁ δὲ εἶπεν αὐτῶ, ἄνθρωπε, τίς με κατέστησεν κριτὴν ἢ μεριστὴν ἐφ᾽ ὑμᾶς; | |
15 And he said to them, Take heed, and beware of covetousness: for a man's life consisteth not in the abundance of the things which he possesseth. | 15 εἶπεν δὲ πρὸς αὐτούς, ὁρᾶτε καὶ φυλάσσεσθε ἀπὸ πάσης πλεονεξίας, ὅτι οὐκ ἐν τῶ περισσεύειν τινὶ ἡ ζωὴ αὐτοῦ ἐστιν ἐκ τῶν ὑπαρχόντων αὐτῶ. | |
16 And he spoke a parable to them, saying, The ground of a certain rich man brought forth plentifully: | 16 εἶπεν δὲ παραβολὴν πρὸς αὐτοὺς λέγων, ἀνθρώπου τινὸς πλουσίου εὐφόρησεν ἡ χώρα. | |
17 And he thought within himself, saying, What shall I do, because I have no room where to deposit my fruits? | 17 καὶ διελογίζετο ἐν ἑαυτῶ λέγων, τί ποιήσω, ὅτι οὐκ ἔχω ποῦ συνάξω τοὺς καρπούς μου; | |
18 And he said, This will I do: I will pull down my barns, and build greater; and there will I deposit all my fruits and my goods. | 18 καὶ εἶπεν, τοῦτο ποιήσω· καθελῶ μου τὰς ἀποθήκας καὶ μείζονας οἰκοδομήσω, καὶ συνάξω ἐκεῖ πάντα τὸν σῖτον καὶ τὰ ἀγαθά μου, | |
19 And I will say to my soul, Soul, thou hast abundance of goods laid up for many years; take thy ease, eat, drink, and be merry. | 19 καὶ ἐρῶ τῇ ψυχῇ μου, ψυχή, ἔχεις πολλὰ ἀγαθὰ κείμενα εἰς ἔτη πολλά· ἀναπαύου, φάγε, πίε, εὐφραίνου. | |
20 But God said to him, Thou fool, this night thy soul shall be required of thee: then whose shall those things be which thou hast provided? | 20 εἶπεν δὲ αὐτῶ ὁ θεός, ἄφρων, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ· ἃ δὲ ἡτοίμασας, τίνι ἔσται; | |
21 So is he that layeth up treasure for himself, and is not rich towards God. | 21 οὕτως ὁ θησαυρίζων ἑαυτῶ καὶ μὴ εἰς θεὸν πλουτῶν. | |
22 And he said to his disciples, Therefore I say to you, Be not anxious for your life, what ye shall eat; neither for the body, what ye shall put on. | 22 εἶπεν δὲ πρὸς τοὺς μαθητάς [αὐτοῦ], διὰ τοῦτο λέγω ὑμῖν, μὴ μεριμνᾶτε τῇ ψυχῇ τί φάγητε, μηδὲ τῶ σώματι τί ἐνδύσησθε. | |
23 The life is more than food, and the body is more than raiment. | 23 ἡ γὰρ ψυχὴ πλεῖόν ἐστιν τῆς τροφῆς καὶ τὸ σῶμα τοῦ ἐνδύματος. | |
24 Consider the ravens: for they neither sow nor reap: which neither have store-house, nor barn; and God feedeth them: How much more are ye better than the fowls? | 24 κατανοήσατε τοὺς κόρακας ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν, οἷς οὐκ ἔστιν ταμεῖον οὐδὲ ἀποθήκη, καὶ ὁ θεὸς τρέφει αὐτούς· πόσῳ μᾶλλον ὑμεῖς διαφέρετε τῶν πετεινῶν. | |
25 And which of you by solicitude can add to his stature one cubit? | 25 τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται ἐπὶ τὴν ἡλικίαν αὐτοῦ προσθεῖναι πῆχυν; | |
26 If ye then are not able to do that thing which is least, why are ye anxious for the rest? | 26 εἰ οὗν οὐδὲ ἐλάχιστον δύνασθε, τί περὶ τῶν λοιπῶν μεριμνᾶτε; | |
27 Consider the lilies how they grow: They toil not, they spin not; and yet I say to you, that Solomon in all his glory was not arrayed like one of these. | 27 κατανοήσατε τὰ κρίνα πῶς αὐξάνει· οὐ κοπιᾷ οὐδὲ νήθει· λέγω δὲ ὑμῖν, οὐδὲ σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων. | |
28 If then God so clothe the grass, which is to-day in the field, and to-morrow is cast into the oven; how much more will he clothe you, O ye of little faith? | 28 εἰ δὲ ἐν ἀγρῶ τὸν χόρτον ὄντα σήμερον καὶ αὔριον εἰς κλίβανον βαλλόμενον ὁ θεὸς οὕτως ἀμφιέζει, πόσῳ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι. | |
29 And seek ye not what ye shall eat, or what ye shall drink, neither be ye of doubtful mind. | 29 καὶ ὑμεῖς μὴ ζητεῖτε τί φάγητε καὶ τί πίητε, καὶ μὴ μετεωρίζεσθε· | |
30 For all these things do the nations of the world seek after: and your Father knoweth that ye have need of these things. | 30 ταῦτα γὰρ πάντα τὰ ἔθνη τοῦ κόσμου ἐπιζητοῦσιν· ὑμῶν δὲ ὁ πατὴρ οἶδεν ὅτι χρῄζετε τούτων. | |
31 But rather seek ye the kingdom of God, and all these things shall be added to you. | 31 πλὴν ζητεῖτε τὴν βασιλείαν αὐτοῦ, καὶ ταῦτα προστεθήσεται ὑμῖν. | |
32 Fear not, little flock; for it is your Father's good pleasure to give you the kingdom. | 32 μὴ φοβοῦ, τὸ μικρὸν ποίμνιον, ὅτι εὐδόκησεν ὁ πατὴρ ὑμῶν δοῦναι ὑμῖν τὴν βασιλείαν. | |
33 Sell what ye have, and give alms: provide yourselves bags which become not old, a treasure in the heavens that faileth not, where no thief approacheth, neither moth corrupteth. | 33 πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν καὶ δότε ἐλεημοσύνην· ποιήσατε ἑαυτοῖς βαλλάντια μὴ παλαιούμενα, θησαυρὸν ἀνέκλειπτον ἐν τοῖς οὐρανοῖς, ὅπου κλέπτης οὐκ ἐγγίζει οὐδὲ σὴς διαφθείρει· | |
34 For where your treasure is, there will your heart be also. | 34 ὅπου γάρ ἐστιν ὁ θησαυρὸς ὑμῶν, ἐκεῖ καὶ ἡ καρδία ὑμῶν ἔσται. | |
35 Let your loins be girt, and your lights burning; | 35 ἔστωσαν ὑμῶν αἱ ὀσφύες περιεζωσμέναι καὶ οἱ λύχνοι καιόμενοι, | |
36 And ye yourselves like men that wait for their lord, when he shall return from the wedding; that, when he cometh and knocketh, they may open to him immediately. | 36 καὶ ὑμεῖς ὅμοιοι ἀνθρώποις προσδεχομένοις τὸν κύριον ἑαυτῶν πότε ἀναλύσῃ ἐκ τῶν γάμων, ἵνα ἐλθόντος καὶ κρούσαντος εὐθέως ἀνοίξωσιν αὐτῶ. | |
37 Blessed are those servants, whom the lord when he cometh shall find watching: verily I say to you, that he will gird himself, and make them to sit down to eat, and will come forth and serve them. | 37 μακάριοι οἱ δοῦλοι ἐκεῖνοι, οὓς ἐλθὼν ὁ κύριος εὑρήσει γρηγοροῦντας· ἀμὴν λέγω ὑμῖν ὅτι περιζώσεται καὶ ἀνακλινεῖ αὐτοὺς καὶ παρελθὼν διακονήσει αὐτοῖς. | |
38 And if he shall come in the second watch, or come in the third watch, and find them so, blessed are those servants. | 38 κἂν ἐν τῇ δευτέρᾳ κἂν ἐν τῇ τρίτῃ φυλακῇ ἔλθῃ καὶ εὕρῃ οὕτως, μακάριοί εἰσιν ἐκεῖνοι. | |
39 And this know, that if the master of the house knew at what hour the thief would come, he would watch, and not suffer his house to be broken through. | 39 τοῦτο δὲ γινώσκετε ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρχεται, οὐκ ἂν ἀφῆκεν διορυχθῆναι τὸν οἶκον αὐτοῦ. | |
40 Be ye therefore ready also: for the Son of man cometh at an hour when ye think not. | 40 καὶ ὑμεῖς γίνεσθε ἕτοιμοι, ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται. | |
41 Then Peter said to him, Lord, speakest thou this parable to us, or even to all? | 41 εἶπεν δὲ ὁ πέτρος, κύριε, πρὸς ἡμᾶς τὴν παραβολὴν ταύτην λέγεις ἢ καὶ πρὸς πάντας; | |
42 And the Lord said, Who then is that faithful and wise steward, whom his lord shall make ruler over his household, to give them their portion of provisions in due season? | 42 καὶ εἶπεν ὁ κύριος, τίς ἄρα ἐστὶν ὁ πιστὸς οἰκονόμος ὁ φρόνιμος, ὃν καταστήσει ὁ κύριος ἐπὶ τῆς θεραπείας αὐτοῦ τοῦ διδόναι ἐν καιρῶ [τὸ] σιτομέτριον; | |
43 Blessed is that servant, whom his lord when he cometh shall find so doing. | 43 μακάριος ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει ποιοῦντα οὕτως· | |
44 In truth I say to you, that he will make him ruler over all that he hath. | 44 ἀληθῶς λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσιν τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν. | |
45 But if that servant shall say in his heart, My lord delayeth his coming; and shall begin to beat the men-servants, and maidens, and to eat and drink, and to be drunken? | 45 ἐὰν δὲ εἴπῃ ὁ δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ, χρονίζει ὁ κύριός μου ἔρχεσθαι, καὶ ἄρξηται τύπτειν τοὺς παῖδας καὶ τὰς παιδίσκας, ἐσθίειν τε καὶ πίνειν καὶ μεθύσκεσθαι, | |
46 The lord of that servant will come in a day when he looketh not for him, and at an hour when he is not aware, and will cut him asunder, and will appoint him his portion with the unbelievers. | 46 ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει, καὶ διχοτομήσει αὐτὸν καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων θήσει. | |
47 And that servant who knew his lord's will, and prepared not himself, neither did according to his will, shall be beaten with many stripes. | 47 ἐκεῖνος δὲ ὁ δοῦλος ὁ γνοὺς τὸ θέλημα τοῦ κυρίου αὐτοῦ καὶ μὴ ἑτοιμάσας ἢ ποιήσας πρὸς τὸ θέλημα αὐτοῦ δαρήσεται πολλάς· | |
48 But he that knew not, and committed things worthy of stripes, shall be beaten with few stripes. For to whomsoever much is given, of him shall much be required: and to whom men have committed much, from him they will ask the more. | 48 ὁ δὲ μὴ γνούς, ποιήσας δὲ ἄξια πληγῶν, δαρήσεται ὀλίγας. παντὶ δὲ ᾧ ἐδόθη πολύ, πολὺ ζητηθήσεται παρ᾽ αὐτοῦ, καὶ ᾧ παρέθεντο πολύ, περισσότερον αἰτήσουσιν αὐτόν. | |
49 I am come to send fire on the earth, and what will I, if it is already kindled? | 49 πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ τί θέλω εἰ ἤδη ἀνήφθη. | |
50 But I have a baptism to be baptized with; and how am I straitened till it shall be accomplished! | 50 βάπτισμα δὲ ἔχω βαπτισθῆναι, καὶ πῶς συνέχομαι ἕως ὅτου τελεσθῇ. | |
51 Suppose ye that I am come to give peace on earth? I tell you, No; but rather division: | 51 δοκεῖτε ὅτι εἰρήνην παρεγενόμην δοῦναι ἐν τῇ γῇ; οὐχί, λέγω ὑμῖν, ἀλλ᾽ ἢ διαμερισμόν. | |
52 For from henceforth there will be five in one house divided, three against two, and two against three. | 52 ἔσονται γὰρ ἀπὸ τοῦ νῦν πέντε ἐν ἑνὶ οἴκῳ διαμεμερισμένοι, τρεῖς ἐπὶ δυσὶν καὶ δύο ἐπὶ τρισίν, | |
53 The father will be divided against the son, and the son against the father; the mother against the daughter, and the daughter against the mother; the mother-in-law against her daughter-in-law, and the daughter-in-law against her mother-in-law. | 53 διαμερισθήσονται πατὴρ ἐπὶ υἱῶ καὶ υἱὸς ἐπὶ πατρί, μήτηρ ἐπὶ τὴν θυγατέρα καὶ θυγάτηρ ἐπὶ τὴν μητέρα, πενθερὰ ἐπὶ τὴν νύμφην αὐτῆς καὶ νύμφη ἐπὶ τὴν πενθεράν. | |
54 And he said also to the people, When ye see a cloud rising in the west, immediately ye say, There cometh a shower; and so it is. | 54 ἔλεγεν δὲ καὶ τοῖς ὄχλοις, ὅταν ἴδητε [τὴν] νεφέλην ἀνατέλλουσαν ἐπὶ δυσμῶν, εὐθέως λέγετε ὅτι ὄμβρος ἔρχεται, καὶ γίνεται οὕτως· | |
55 And when ye perceive the south wind blowing, ye say, There will be heat; and it cometh to pass. | 55 καὶ ὅταν νότον πνέοντα, λέγετε ὅτι καύσων ἔσται, καὶ γίνεται. | |
56 Ye hypocrites, ye can discern the face of the sky, and of the earth; but how is it, that ye do not discern this time? | 56 ὑποκριταί, τὸ πρόσωπον τῆς γῆς καὶ τοῦ οὐρανοῦ οἴδατε δοκιμάζειν, τὸν καιρὸν δὲ τοῦτον πῶς οὐκ οἴδατε δοκιμάζειν; | |
57 And why even of yourselves judge ye not what is right? | 57 τί δὲ καὶ ἀφ᾽ ἑαυτῶν οὐ κρίνετε τὸ δίκαιον; | |
58 When thou goest with thy adversary to the magistrate, as thou art in the way, give diligence that thou mayest be delivered from him; lest he draw thee before the judge, and the judge deliver thee to the officer, and the officer cast thee into prison. | 58 ὡς γὰρ ὑπάγεις μετὰ τοῦ ἀντιδίκου σου ἐπ᾽ ἄρχοντα, ἐν τῇ ὁδῶ δὸς ἐργασίαν ἀπηλλάχθαι ἀπ᾽ αὐτοῦ, μήποτε κατασύρῃ σε πρὸς τὸν κριτήν, καὶ ὁ κριτής σε παραδώσει τῶ πράκτορι, καὶ ὁ πράκτωρ σε βαλεῖ εἰς φυλακήν. | |
59 I tell thee, thou shalt not depart thence, till thou hast paid the very last mite. | 59 λέγω σοι, οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν ἕως καὶ τὸ ἔσχατον λεπτὸν ἀποδῶς. | |
Chapter 11 Bible Contents Chapter 13
Other chapters in Luke: 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24
Genres: Law History Wisdom Prophets Gospels Acts Epistles Apocalyptic
Or select another Bible translation:
Turn Parallel Languages Off
American Standard Version
Bible in Basic English
Darby English Bible
King James Version
World English Bible
Young's Literal Translation
Greek New Testament
Cover image by Freedom Studio / Shutterstock Koine Greek audio (in modern Greek pronunciation) narrated by Theo Karvounakis..