Luke 2 - Young's Literal Translation with Greek
Law History Wisdom Prophets Gospels Acts Epistles Apocalyptic
1 And it came to pass in those days, there went forth a decree from Caesar Augustus, that all the world be enrolled -- | 1 ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἐξῆλθεν δόγμα παρὰ καίσαρος αὐγούστου ἀπογράφεσθαι πᾶσαν τὴν οἰκουμένην. | |||
2 this enrollment first came to pass when Cyrenius was governor of Syria -- | 2 αὕτη ἀπογραφὴ πρώτη ἐγένετο ἡγεμονεύοντος τῆς συρίας κυρηνίου. | |||
3 and all were going to be enrolled, each to his proper city, | 3 καὶ ἐπορεύοντο πάντες ἀπογράφεσθαι, ἕκαστος εἰς τὴν ἑαυτοῦ πόλιν. | |||
4 and Joseph also went up from Galilee, out of the city of Nazareth, to Judea, to the city of David, that is called Bethlehem, because of his being of the house and family of David, | 4 ἀνέβη δὲ καὶ ἰωσὴφ ἀπὸ τῆς γαλιλαίας ἐκ πόλεως ναζαρὲθ εἰς τὴν ἰουδαίαν εἰς πόλιν δαυὶδ ἥτις καλεῖται βηθλέεμ, διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς δαυίδ, | |||
5 to enroll himself with Mary his betrothed wife, being with child. | 5 ἀπογράψασθαι σὺν μαριὰμ τῇ ἐμνηστευμένῃ αὐτῶ, οὔσῃ ἐγκύῳ. | |||
6 And it came to pass, in their being there, the days were fulfilled for her bringing forth, | 6 ἐγένετο δὲ ἐν τῶ εἶναι αὐτοὺς ἐκεῖ ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτήν, | |||
7 and she brought forth her son -- the first-born, and wrapped him up, and laid him down in the manger, because there was not for them a place in the guest-chamber. | 7 καὶ ἔτεκεν τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον· καὶ ἐσπαργάνωσεν αὐτὸν καὶ ἀνέκλινεν αὐτὸν ἐν φάτνῃ, διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῶ καταλύματι. | |||
8 And there were shepherds in the same region, lodging in the field, and keeping the night-watches over their flock, | 8 καὶ ποιμένες ἦσαν ἐν τῇ χώρᾳ τῇ αὐτῇ ἀγραυλοῦντες καὶ φυλάσσοντες φυλακὰς τῆς νυκτὸς ἐπὶ τὴν ποίμνην αὐτῶν. | |||
9 and lo, a messenger of the Lord stood over them, and the glory of the Lord shone around them, and they feared a great fear. | 9 καὶ ἄγγελος κυρίου ἐπέστη αὐτοῖς καὶ δόξα κυρίου περιέλαμψεν αὐτούς, καὶ ἐφοβήθησαν φόβον μέγαν. | |||
10 And the messenger said to them, `Fear not, for lo, I bring you good news of great joy, that shall be to all the people -- | 10 καὶ εἶπεν αὐτοῖς ὁ ἄγγελος, μὴ φοβεῖσθε, ἰδοὺ γὰρ εὐαγγελίζομαι ὑμῖν χαρὰν μεγάλην ἥτις ἔσται παντὶ τῶ λαῶ, | |||
11 because there was born to you to-day a Saviour -- who is Christ the Lord -- in the city of David, | 11 ὅτι ἐτέχθη ὑμῖν σήμερον σωτὴρ ὅς ἐστιν χριστὸς κύριος ἐν πόλει δαυίδ· | |||
12 and this `is' to you the sign: Ye shall find a babe wrapped up, lying in the manger.' | 12 καὶ τοῦτο ὑμῖν τὸ σημεῖον, εὑρήσετε βρέφος ἐσπαργανωμένον καὶ κείμενον ἐν φάτνῃ. | |||
13 And suddenly there came with the messenger a multitude of the heavenly host, praising God, and saying, | 13 καὶ ἐξαίφνης ἐγένετο σὺν τῶ ἀγγέλῳ πλῆθος στρατιᾶς οὐρανίου αἰνούντων τὸν θεὸν καὶ λεγόντων, | |||
14 `Glory in the highest to God, and upon earth peace, among men -- good will.' | 14 δόξα ἐν ὑψίστοις θεῶ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκίας. | |||
15 And it came to pass, when the messengers were gone away from them to the heavens, that the men, the shepherds, said unto one another, `We may go over indeed unto Bethlehem, and see this thing that hath come to pass, that the Lord did make known to us.' | 15 καὶ ἐγένετο ὡς ἀπῆλθον ἀπ᾽ αὐτῶν εἰς τὸν οὐρανὸν οἱ ἄγγελοι, οἱ ποιμένες ἐλάλουν πρὸς ἀλλήλους, διέλθωμεν δὴ ἕως βηθλέεμ καὶ ἴδωμεν τὸ ῥῆμα τοῦτο τὸ γεγονὸς ὃ ὁ κύριος ἐγνώρισεν ἡμῖν. | |||
16 And they came, having hasted, and found both Mary, and Joseph, and the babe lying in the manger, | 16 καὶ ἦλθαν σπεύσαντες καὶ ἀνεῦραν τήν τε μαριὰμ καὶ τὸν ἰωσὴφ καὶ τὸ βρέφος κείμενον ἐν τῇ φάτνῃ· | |||
17 and having seen, they made known abroad concerning the saying spoken to them concerning the child. | 17 ἰδόντες δὲ ἐγνώρισαν περὶ τοῦ ῥήματος τοῦ λαληθέντος αὐτοῖς περὶ τοῦ παιδίου τούτου. | |||
18 And all who heard, did wonder concerning the things spoken by the shepherds unto them; | 18 καὶ πάντες οἱ ἀκούσαντες ἐθαύμασαν περὶ τῶν λαληθέντων ὑπὸ τῶν ποιμένων πρὸς αὐτούς· | |||
19 and Mary was preserving all these things, pondering in her heart; | 19 ἡ δὲ μαριὰμ πάντα συνετήρει τὰ ῥήματα ταῦτα συμβάλλουσα ἐν τῇ καρδίᾳ αὐτῆς. | |||
20 and the shepherds turned back, glorifying and praising God, for all those things they heard and saw, as it was spoken unto them. | 20 καὶ ὑπέστρεψαν οἱ ποιμένες δοξάζοντες καὶ αἰνοῦντες τὸν θεὸν ἐπὶ πᾶσιν οἷς ἤκουσαν καὶ εἶδον καθὼς ἐλαλήθη πρὸς αὐτούς. | |||
21 And when eight days were fulfilled to circumcise the child, then was his name called Jesus, having been so called by the messenger before his being conceived in the womb. | 21 καὶ ὅτε ἐπλήσθησαν ἡμέραι ὀκτὼ τοῦ περιτεμεῖν αὐτόν, καὶ ἐκλήθη τὸ ὄνομα αὐτοῦ ἰησοῦς, τὸ κληθὲν ὑπὸ τοῦ ἀγγέλου πρὸ τοῦ συλλημφθῆναι αὐτὸν ἐν τῇ κοιλίᾳ. | |||
22 And when the days of their purification were fulfilled, according to the law of Moses, they brought him up to Jerusalem, to present to the Lord, | 22 καὶ ὅτε ἐπλήσθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῶν κατὰ τὸν νόμον μωϊσέως, ἀνήγαγον αὐτὸν εἰς ἱεροσόλυμα παραστῆσαι τῶ κυρίῳ, | |||
23 as it hath been written in the Law of the Lord, -- `Every male opening a womb shall be called holy to the Lord,' | 23 καθὼς γέγραπται ἐν νόμῳ κυρίου ὅτι πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῶ κυρίῳ κληθήσεται, | |||
24 and to give a sacrifice, according to that said in the Law of the Lord, `A pair of turtle-doves, or two young pigeons.' | 24 καὶ τοῦ δοῦναι θυσίαν κατὰ τὸ εἰρημένον ἐν τῶ νόμῳ κυρίου, ζεῦγος τρυγόνων ἢ δύο νοσσοὺς περιστερῶν. | |||
25 And lo, there was a man in Jerusalem, whose name `is' Simeon, and this man is righteous and devout, looking for the comforting of Israel, and the Holy Spirit was upon him, | 25 καὶ ἰδοὺ ἄνθρωπος ἦν ἐν ἰερουσαλὴμ ᾧ ὄνομα συμεών, καὶ ὁ ἄνθρωπος οὖτος δίκαιος καὶ εὐλαβής, προσδεχόμενος παράκλησιν τοῦ ἰσραήλ, καὶ πνεῦμα ἦν ἅγιον ἐπ᾽ αὐτόν· | |||
26 and it hath been divinely told him by the Holy Spirit -- not to see death before he may see the Christ of the Lord. | 26 καὶ ἦν αὐτῶ κεχρηματισμένον ὑπὸ τοῦ πνεύματος τοῦ ἁγίου μὴ ἰδεῖν θάνατον πρὶν [ἢ] ἂν ἴδῃ τὸν χριστὸν κυρίου. | |||
27 And he came in the Spirit to the temple, and in the parents bringing in the child Jesus, for their doing according to the custom of the law regarding him, | 27 καὶ ἦλθεν ἐν τῶ πνεύματι εἰς τὸ ἱερόν· καὶ ἐν τῶ εἰσαγαγεῖν τοὺς γονεῖς τὸ παιδίον ἰησοῦν τοῦ ποιῆσαι αὐτοὺς κατὰ τὸ εἰθισμένον τοῦ νόμου περὶ αὐτοῦ | |||
28 then he took him in his arms, and blessed God, and he said, | 28 καὶ αὐτὸς ἐδέξατο αὐτὸ εἰς τὰς ἀγκάλας καὶ εὐλόγησεν τὸν θεὸν καὶ εἶπεν, | |||
29 `Now Thou dost send away Thy servant, Lord, according to Thy word, in peace, | 29 νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ· | |||
30 because mine eyes did see Thy salvation, | 30 ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου | |||
31 which Thou didst prepare before the face of all the peoples, | 31 ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, | |||
32 a light to the uncovering of nations, and the glory of Thy people Israel.' | 32 φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καὶ δόξαν λαοῦ σου ἰσραήλ. | |||
33 And Joseph and his mother were wondering at the things spoken concerning him, | 33 καὶ ἦν ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ θαυμάζοντες ἐπὶ τοῖς λαλουμένοις περὶ αὐτοῦ. | |||
34 and Simeon blessed them, and said unto Mary his mother, `Lo, this `one' is set for the falling and rising again of many in Israel, and for a sign spoken against -- | 34 καὶ εὐλόγησεν αὐτοὺς συμεὼν καὶ εἶπεν πρὸς μαριὰμ τὴν μητέρα αὐτοῦ, ἰδοὺ οὖτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῶ ἰσραὴλ καὶ εἰς σημεῖον ἀντιλεγόμενον | |||
35 (and also thine own soul shall a sword pass through) -- that the reasonings of many hearts may be revealed.' | 35 καὶ σοῦ [δὲ] αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία, ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί. | |||
36 And there was Anna, a prophetess, daughter of Phanuel, of the tribe of Asher, she was much advanced in days, having lived with an husband seven years from her virginity, | 36 καὶ ἦν ἅννα προφῆτις, θυγάτηρ φανουήλ, ἐκ φυλῆς ἀσήρ· αὕτη προβεβηκυῖα ἐν ἡμέραις πολλαῖς, ζήσασα μετὰ ἀνδρὸς ἔτη ἑπτὰ ἀπὸ τῆς παρθενίας αὐτῆς, | |||
37 and she `is' a widow of about eighty-four years, who did depart not from the temple, with fasts and supplications serving, night and day, | 37 καὶ αὐτὴ χήρα ἕως ἐτῶν ὀγδοήκοντα τεσσάρων, ἣ οὐκ ἀφίστατο τοῦ ἱεροῦ νηστείαις καὶ δεήσεσιν λατρεύουσα νύκτα καὶ ἡμέραν. | |||
38 and she, at that hour, having come in, was confessing, likewise, to the Lord, and was speaking concerning him, to all those looking for redemption in Jerusalem. | 38 καὶ αὐτῇ τῇ ὥρᾳ ἐπιστᾶσα ἀνθωμολογεῖτο τῶ θεῶ καὶ ἐλάλει περὶ αὐτοῦ πᾶσιν τοῖς προσδεχομένοις λύτρωσιν ἰερουσαλήμ. | |||
39 And when they finished all things, according to the Law of the Lord, they turned back to Galilee, to their city Nazareth; | 39 καὶ ὡς ἐτέλεσαν πάντα τὰ κατὰ τὸν νόμον κυρίου, ἐπέστρεψαν εἰς τὴν γαλιλαίαν εἰς πόλιν ἑαυτῶν ναζαρέθ. | |||
40 and the child grew and was strengthened in spirit, being filled with wisdom, and the grace of God was upon him. | 40 τὸ δὲ παιδίον ηὔξανεν καὶ ἐκραταιοῦτο πληρούμενον σοφίᾳ, καὶ χάρις θεοῦ ἦν ἐπ᾽ αὐτό. | |||
41 And his parents were going yearly to Jerusalem, at the feast of the passover, | 41 καὶ ἐπορεύοντο οἱ γονεῖς αὐτοῦ κατ᾽ ἔτος εἰς ἰερουσαλὴμ τῇ ἑορτῇ τοῦ πάσχα. | |||
42 and when he became twelve years old, they having gone up to Jerusalem, according to the custom of the feast, | 42 καὶ ὅτε ἐγένετο ἐτῶν δώδεκα, ἀναβαινόντων αὐτῶν κατὰ τὸ ἔθος τῆς ἑορτῆς | |||
43 and having finished the days, in their returning the child Jesus remained behind in Jerusalem, and Joseph and his mother did not know, | 43 καὶ τελειωσάντων τὰς ἡμέρας, ἐν τῶ ὑποστρέφειν αὐτοὺς ὑπέμεινεν ἰησοῦς ὁ παῖς ἐν ἰερουσαλήμ, καὶ οὐκ ἔγνωσαν οἱ γονεῖς αὐτοῦ. | |||
44 and, having supposed him to be in the company, they went a day's journey, and were seeking him among the kindred and among the acquaintances, | 44 νομίσαντες δὲ αὐτὸν εἶναι ἐν τῇ συνοδίᾳ ἦλθον ἡμέρας ὁδὸν καὶ ἀνεζήτουν αὐτὸν ἐν τοῖς συγγενεῦσιν καὶ τοῖς γνωστοῖς, | |||
45 and not having found him, they turned back to Jerusalem seeking him. | 45 καὶ μὴ εὑρόντες ὑπέστρεψαν εἰς ἰερουσαλὴμ ἀναζητοῦντες αὐτόν. | |||
46 And it came to pass, after three days, they found him in the temple, sitting in the midst of the teachers, both hearing them and questioning them, | 46 καὶ ἐγένετο μετὰ ἡμέρας τρεῖς εὖρον αὐτὸν ἐν τῶ ἱερῶ καθεζόμενον ἐν μέσῳ τῶν διδασκάλων καὶ ἀκούοντα αὐτῶν καὶ ἐπερωτῶντα αὐτούς· | |||
47 and all those hearing him were astonished at his understanding and answers. | 47 ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες αὐτοῦ ἐπὶ τῇ συνέσει καὶ ταῖς ἀποκρίσεσιν αὐτοῦ. | |||
48 And, having seen him, they were amazed, and his mother said unto him, `Child, why didst thou thus to us? lo, thy father and I, sorrowing, were seeking thee.' | 48 καὶ ἰδόντες αὐτὸν ἐξεπλάγησαν, καὶ εἶπεν πρὸς αὐτὸν ἡ μήτηρ αὐτοῦ, τέκνον, τί ἐποίησας ἡμῖν οὕτως; ἰδοὺ ὁ πατήρ σου κἀγὼ ὀδυνώμενοι ἐζητοῦμέν σε. | |||
49 And he said unto them, `Why `is it' that ye were seeking me? did ye not know that in the things of my Father it behoveth me to be?' | 49 καὶ εἶπεν πρὸς αὐτούς, τί ὅτι ἐζητεῖτέ με; οὐκ ᾔδειτε ὅτι ἐν τοῖς τοῦ πατρός μου δεῖ εἶναί με; | |||
50 and they did not understand the saying that he spake to them, | 50 καὶ αὐτοὶ οὐ συνῆκαν τὸ ῥῆμα ὃ ἐλάλησεν αὐτοῖς. | |||
51 and he went down with them, and came to Nazareth, and he was subject to them, and his mother was keeping all these sayings in her heart, | 51 καὶ κατέβη μετ᾽ αὐτῶν καὶ ἦλθεν εἰς ναζαρέθ, καὶ ἦν ὑποτασσόμενος αὐτοῖς. καὶ ἡ μήτηρ αὐτοῦ διετήρει πάντα τὰ ῥήματα ἐν τῇ καρδίᾳ αὐτῆς. | |||
52 and Jesus was advancing in wisdom, and in stature, and in favour with God and men. | 52 καὶ ἰησοῦς προέκοπτεν [ἐν τῇ] σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι παρὰ θεῶ καὶ ἀνθρώποις. | |||
Chapter 1 Bible Contents Chapter 3
Other chapters in Luke: 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24
Genres: Law History Wisdom Prophets Gospels Acts Epistles Apocalyptic
Or select another Bible translation:
Turn Parallel Languages Off
American Standard Version
Bible in Basic English
Darby English Bible
King James Version
Webster's Bible
World English Bible
Greek New Testament
Cover image by Freedom Studio / Shutterstock Koine Greek audio (in modern Greek pronunciation) narrated by Theo Karvounakis..