Luke 23 - Darby English Bible with Greek
Law History Wisdom Prophets Gospels Acts Epistles Apocalyptic
1 And the whole multitude of them, rising up, led him to Pilate. | 1 καὶ ἀναστὰν ἅπαν τὸ πλῆθος αὐτῶν ἤγαγον αὐτὸν ἐπὶ τὸν πιλᾶτον. | |||
2 And they began to accuse him, saying, We have found this [man] perverting our nation, and forbidding to give tribute to Caesar, saying that he himself is Christ, a king. | 2 ἤρξαντο δὲ κατηγορεῖν αὐτοῦ λέγοντες, τοῦτον εὕραμεν διαστρέφοντα τὸ ἔθνος ἡμῶν καὶ κωλύοντα φόρους καίσαρι διδόναι καὶ λέγοντα ἑαυτὸν χριστὸν βασιλέα εἶναι. | |||
3 And Pilate demanded of him saying, Art *thou* the king of the Jews? And he answering him said, Thou sayest. | 3 ὁ δὲ πιλᾶτος ἠρώτησεν αὐτὸν λέγων, σὺ εἶ ὁ βασιλεὺς τῶν ἰουδαίων; ὁ δὲ ἀποκριθεὶς αὐτῶ ἔφη, σὺ λέγεις. | |||
4 And Pilate said to the chief priests and the crowds, I find no guilt in this man. | 4 ὁ δὲ πιλᾶτος εἶπεν πρὸς τοὺς ἀρχιερεῖς καὶ τοὺς ὄχλους, οὐδὲν εὑρίσκω αἴτιον ἐν τῶ ἀνθρώπῳ τούτῳ. | |||
5 But they insisted, saying, He stirs up the people, teaching throughout all Judaea, beginning from Galilee even on to here. | 5 οἱ δὲ ἐπίσχυον λέγοντες ὅτι ἀνασείει τὸν λαὸν διδάσκων καθ᾽ ὅλης τῆς ἰουδαίας, καὶ ἀρξάμενος ἀπὸ τῆς γαλιλαίας ἕως ὧδε. | |||
6 But Pilate, having heard Galilee [named], demanded if the man were a Galilaean; | 6 πιλᾶτος δὲ ἀκούσας ἐπηρώτησεν εἰ ὁ ἄνθρωπος γαλιλαῖός ἐστιν· | |||
7 and having learned that he was of Herod's jurisdiction, remitted him to Herod, who himself also was at Jerusalem in those days. | 7 καὶ ἐπιγνοὺς ὅτι ἐκ τῆς ἐξουσίας ἡρῴδου ἐστὶν ἀνέπεμψεν αὐτὸν πρὸς ἡρῴδην, ὄντα καὶ αὐτὸν ἐν ἱεροσολύμοις ἐν ταύταις ταῖς ἡμέραις. | |||
8 And when Herod saw Jesus he greatly rejoiced, for he had been a long while desirous of seeing him, because of hearing many things concerning him, and he hoped to see some sign done by him; | 8 ὁ δὲ ἡρῴδης ἰδὼν τὸν ἰησοῦν ἐχάρη λίαν, ἦν γὰρ ἐξ ἱκανῶν χρόνων θέλων ἰδεῖν αὐτὸν διὰ τὸ ἀκούειν περὶ αὐτοῦ, καὶ ἤλπιζέν τι σημεῖον ἰδεῖν ὑπ᾽ αὐτοῦ γινόμενον. | |||
9 and he questioned him in many words, but *he* answered him nothing. | 9 ἐπηρώτα δὲ αὐτὸν ἐν λόγοις ἱκανοῖς· αὐτὸς δὲ οὐδὲν ἀπεκρίνατο αὐτῶ. | |||
10 And the chief priests and the scribes stood and accused him violently. | 10 εἱστήκεισαν δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς εὐτόνως κατηγοροῦντες αὐτοῦ. | |||
11 And Herod with his troops having set him at nought and mocked him, having put a splendid robe upon him, sent him back to Pilate. | 11 ἐξουθενήσας δὲ αὐτὸν [καὶ] ὁ ἡρῴδης σὺν τοῖς στρατεύμασιν αὐτοῦ καὶ ἐμπαίξας περιβαλὼν ἐσθῆτα λαμπρὰν ἀνέπεμψεν αὐτὸν τῶ πιλάτῳ. | |||
12 And Pilate and Herod became friends with one another the same day, for they had been at enmity before between themselves. | 12 ἐγένοντο δὲ φίλοι ὅ τε ἡρῴδης καὶ ὁ πιλᾶτος ἐν αὐτῇ τῇ ἡμέρᾳ μετ᾽ ἀλλήλων· προϊπῆρχον γὰρ ἐν ἔχθρᾳ ὄντες πρὸς αὐτούς. | |||
13 And Pilate, having called together the chief priests and the rulers and the people, | 13 πιλᾶτος δὲ συγκαλεσάμενος τοὺς ἀρχιερεῖς καὶ τοὺς ἄρχοντας καὶ τὸν λαὸν | |||
14 said to them, Ye have brought to me this man as turning away the people [to rebellion], and behold, I, having examined him before you, have found nothing criminal in this man as to the things of which ye accuse him; | 14 εἶπεν πρὸς αὐτούς, προσηνέγκατέ μοι τὸν ἄνθρωπον τοῦτον ὡς ἀποστρέφοντα τὸν λαόν, καὶ ἰδοὺ ἐγὼ ἐνώπιον ὑμῶν ἀνακρίνας οὐθὲν εὖρον ἐν τῶ ἀνθρώπῳ τούτῳ αἴτιον ὧν κατηγορεῖτε κατ᾽ αὐτοῦ, | |||
15 nor Herod either, for I remitted you to him, and behold, nothing worthy of death is done by him. | 15 ἀλλ᾽ οὐδὲ ἡρῴδης· ἀνέπεμψεν γὰρ αὐτὸν πρὸς ἡμᾶς· καὶ ἰδοὺ οὐδὲν ἄξιον θανάτου ἐστὶν πεπραγμένον αὐτῶ. | |||
16 Having chastised him therefore, I will release him. | 16 παιδεύσας οὗν αὐτὸν ἀπολύσω. | |||
17 ( Now he was obliged to release one for them at the feast.) | ||||
18 But they cried out in a mass saying, Away with this [man] and release Barabbas to us; | 18 ἀνέκραγον δὲ παμπληθεὶ λέγοντες, αἶρε τοῦτον, ἀπόλυσον δὲ ἡμῖν τὸν βαραββᾶν· | |||
19 who was one who, for a certain tumult which had taken place in the city, and [for] murder, had been cast into prison. | 19 ὅστις ἦν διὰ στάσιν τινὰ γενομένην ἐν τῇ πόλει καὶ φόνον βληθεὶς ἐν τῇ φυλακῇ. | |||
20 Pilate therefore, desirous to release Jesus, again addressed [them]. | 20 πάλιν δὲ ὁ πιλᾶτος προσεφώνησεν αὐτοῖς, θέλων ἀπολῦσαι τὸν ἰησοῦν· | |||
21 But they cried out in reply saying, Crucify, crucify him. | 21 οἱ δὲ ἐπεφώνουν λέγοντες, σταύρου, σταύρου αὐτόν. | |||
22 And he said the third time to them, What evil then has this [man] done? I have found no cause of death in him: I will chastise him therefore and release him. | 22 ὁ δὲ τρίτον εἶπεν πρὸς αὐτούς, τί γὰρ κακὸν ἐποίησεν οὖτος; οὐδὲν αἴτιον θανάτου εὖρον ἐν αὐτῶ· παιδεύσας οὗν αὐτὸν ἀπολύσω. | |||
23 But they were urgent with loud voices, begging that he might be crucified. And their voices [and those of the chief priests] prevailed. | 23 οἱ δὲ ἐπέκειντο φωναῖς μεγάλαις αἰτούμενοι αὐτὸν σταυρωθῆναι, καὶ κατίσχυον αἱ φωναὶ αὐτῶν. | |||
24 And Pilate adjudged that what they begged should take place. | 24 καὶ πιλᾶτος ἐπέκρινεν γενέσθαι τὸ αἴτημα αὐτῶν· | |||
25 And he released him who, for tumult and murder, had been cast into prison, whom they begged for, and Jesus he delivered up to their will. | 25 ἀπέλυσεν δὲ τὸν διὰ στάσιν καὶ φόνον βεβλημένον εἰς φυλακὴν ὃν ᾐτοῦντο, τὸν δὲ ἰησοῦν παρέδωκεν τῶ θελήματι αὐτῶν. | |||
26 And as they led him away, they laid hold on a certain Simon, a Cyrenian, coming from the field, and put the cross upon him to bear it behind Jesus. | 26 καὶ ὡς ἀπήγαγον αὐτόν, ἐπιλαβόμενοι σίμωνά τινα κυρηναῖον ἐρχόμενον ἀπ᾽ ἀγροῦ ἐπέθηκαν αὐτῶ τὸν σταυρὸν φέρειν ὄπισθεν τοῦ ἰησοῦ. | |||
27 And a great multitude of the people, and of women who wailed and lamented him, followed him. | 27 ἠκολούθει δὲ αὐτῶ πολὺ πλῆθος τοῦ λαοῦ καὶ γυναικῶν αἳ ἐκόπτοντο καὶ ἐθρήνουν αὐτόν. | |||
28 And Jesus turning round to them said, Daughters of Jerusalem, do not weep over me, but weep over yourselves and over your children; | 28 στραφεὶς δὲ πρὸς αὐτὰς [ὁ] ἰησοῦς εἶπεν, θυγατέρες ἰερουσαλήμ, μὴ κλαίετε ἐπ᾽ ἐμέ· πλὴν ἐφ᾽ ἑαυτὰς κλαίετε καὶ ἐπὶ τὰ τέκνα ὑμῶν, | |||
29 for behold, days are coming in which they will say, Blessed [are] the barren, and wombs that have not borne, and breasts that have not given suck. | 29 ὅτι ἰδοὺ ἔρχονται ἡμέραι ἐν αἷς ἐροῦσιν, μακάριαι αἱ στεῖραι καὶ αἱ κοιλίαι αἳ οὐκ ἐγέννησαν καὶ μαστοὶ οἳ οὐκ ἔθρεψαν. | |||
30 Then shall they begin to say to the mountains, Fall upon us; and to the hills, Cover us: | 30 τότε ἄρξονται λέγειν τοῖς ὄρεσιν, πέσετε ἐφ᾽ ἡμᾶς, καὶ τοῖς βουνοῖς, καλύψατε ἡμᾶς· | |||
31 for if these things are done in the green tree, what shall take place in the dry? | 31 ὅτι εἰ ἐν τῶ ὑγρῶ ξύλῳ ταῦτα ποιοῦσιν, ἐν τῶ ξηρῶ τί γένηται; | |||
32 Now two others also, malefactors, were led with him to be put to death. | 32 ἤγοντο δὲ καὶ ἕτεροι κακοῦργοι δύο σὺν αὐτῶ ἀναιρεθῆναι. | |||
33 And when they came to the place which is called Skull, there they crucified him, and the malefactors, one on the right hand, the other on the left. | 33 καὶ ὅτε ἦλθον ἐπὶ τὸν τόπον τὸν καλούμενον κρανίον, ἐκεῖ ἐσταύρωσαν αὐτὸν καὶ τοὺς κακούργους, ὃν μὲν ἐκ δεξιῶν ὃν δὲ ἐξ ἀριστερῶν. | |||
34 And Jesus said, Father, forgive them, for they know not what they do. And, parting out his garments, they cast lots. | 34 [[ὁ δὲ ἰησοῦς ἔλεγεν, πάτερ, ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασιν τί ποιοῦσιν.]] διαμεριζόμενοι δὲ τὰ ἱμάτια αὐτοῦ ἔβαλον κλήρους. | |||
35 And the people stood beholding, and the rulers also [with them] sneered, saying, He has saved others; let him save himself if this is the Christ, the chosen one of God. | 35 καὶ εἱστήκει ὁ λαὸς θεωρῶν. ἐξεμυκτήριζον δὲ καὶ οἱ ἄρχοντες λέγοντες, ἄλλους ἔσωσεν, σωσάτω ἑαυτόν, εἰ οὖτός ἐστιν ὁ χριστὸς τοῦ θεοῦ ὁ ἐκλεκτός. | |||
36 And the soldiers also made game of him, coming up offering him vinegar, | 36 ἐνέπαιξαν δὲ αὐτῶ καὶ οἱ στρατιῶται προσερχόμενοι, ὄξος προσφέροντες αὐτῶ | |||
37 and saying, If *thou* be the king of the Jews, save thyself. | 37 καὶ λέγοντες, εἰ σὺ εἶ ὁ βασιλεὺς τῶν ἰουδαίων, σῶσον σεαυτόν. | |||
38 And there was also an inscription [written] over him in Greek, and Roman, and Hebrew letters: This is the King of the Jews. | 38 ἦν δὲ καὶ ἐπιγραφὴ ἐπ᾽ αὐτῶ, ὁ βασιλεὺς τῶν ἰουδαίων οὖτος. | |||
39 Now one of the malefactors who had been hanged spoke insultingly to him, saying, Art not thou the Christ? save thyself and us. | 39 εἷς δὲ τῶν κρεμασθέντων κακούργων ἐβλασφήμει αὐτὸν λέγων, οὐχὶ σὺ εἶ ὁ χριστός; σῶσον σεαυτὸν καὶ ἡμᾶς. | |||
40 But the other answering rebuked him, saying, Dost *thou* too not fear God, thou that art under the same judgment? | 40 ἀποκριθεὶς δὲ ὁ ἕτερος ἐπιτιμῶν αὐτῶ ἔφη, οὐδὲ φοβῇ σὺ τὸν θεόν, ὅτι ἐν τῶ αὐτῶ κρίματι εἶ; | |||
41 and *we* indeed justly, for we receive the just recompense of what we have done; but this [man] has done nothing amiss. | 41 καὶ ἡμεῖς μὲν δικαίως, ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν· οὖτος δὲ οὐδὲν ἄτοπον ἔπραξεν. | |||
42 And he said to Jesus, Remember me, [Lord,] when thou comest in thy kingdom. | 42 καὶ ἔλεγεν, ἰησοῦ, μνήσθητί μου ὅταν ἔλθῃς εἰς τὴν βασιλείαν σου. | |||
43 And Jesus said to him, Verily I say to thee, To-day shalt thou be with me in paradise. | 43 καὶ εἶπεν αὐτῶ, ἀμήν σοι λέγω, σήμερον μετ᾽ ἐμοῦ ἔσῃ ἐν τῶ παραδείσῳ. | |||
44 And it was about [the] sixth hour, and there came darkness over the whole land until [the] ninth hour. | 44 καὶ ἦν ἤδη ὡσεὶ ὥρα ἕκτη καὶ σκότος ἐγένετο ἐφ᾽ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης | |||
45 And the sun was darkened, and the veil of the temple rent in the midst. | 45 τοῦ ἡλίου ἐκλιπόντος, ἐσχίσθη δὲ τὸ καταπέτασμα τοῦ ναοῦ μέσον. | |||
46 And Jesus, having cried with a loud voice, said, Father, into thy hands I commit my spirit. And having said this, he expired. | 46 καὶ φωνήσας φωνῇ μεγάλῃ ὁ ἰησοῦς εἶπεν, πάτερ, εἰς χεῖράς σου παρατίθεμαι τὸ πνεῦμά μου· τοῦτο δὲ εἰπὼν ἐξέπνευσεν. | |||
47 Now the centurion, seeing what took place, glorified God, saying, In very deed this man was just. | 47 ἰδὼν δὲ ὁ ἑκατοντάρχης τὸ γενόμενον ἐδόξαζεν τὸν θεὸν λέγων, ὄντως ὁ ἄνθρωπος οὖτος δίκαιος ἦν. | |||
48 And all the crowds who had come together to that sight, having seen the things that took place, returned, beating [their] breasts. | 48 καὶ πάντες οἱ συμπαραγενόμενοι ὄχλοι ἐπὶ τὴν θεωρίαν ταύτην, θεωρήσαντες τὰ γενόμενα, τύπτοντες τὰ στήθη ὑπέστρεφον. | |||
49 And all those who knew him stood afar off, the women also who had followed him from Galilee, beholding these things. | 49 εἱστήκεισαν δὲ πάντες οἱ γνωστοὶ αὐτῶ ἀπὸ μακρόθεν, καὶ γυναῖκες αἱ συνακολουθοῦσαι αὐτῶ ἀπὸ τῆς γαλιλαίας, ὁρῶσαι ταῦτα. | |||
50 And behold, a man named Joseph, who was a councillor, a good man and a just | 50 καὶ ἰδοὺ ἀνὴρ ὀνόματι ἰωσὴφ βουλευτὴς ὑπάρχων [καὶ] ἀνὴρ ἀγαθὸς καὶ δίκαιος | |||
51 (this [man] had not assented to their counsel and deed), of Arimathaea, a city of the Jews, who also waited, [himself also,] for the kingdom of God | 51 _ οὖτος οὐκ ἦν συγκατατεθειμένος τῇ βουλῇ καὶ τῇ πράξει αὐτῶν _ ἀπὸ ἁριμαθαίας πόλεως τῶν ἰουδαίων, ὃς προσεδέχετο τὴν βασιλείαν τοῦ θεοῦ, | |||
52 -- he having gone to Pilate begged the body of Jesus; | 52 οὖτος προσελθὼν τῶ πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ ἰησοῦ, | |||
53 and having taken it down, wrapped it in fine linen and placed him in a tomb hewn in the rock, where no one had ever been laid. | 53 καὶ καθελὼν ἐνετύλιξεν αὐτὸ σινδόνι, καὶ ἔθηκεν αὐτὸν ἐν μνήματι λαξευτῶ οὖ οὐκ ἦν οὐδεὶς οὔπω κείμενος. | |||
54 And it was preparation day, and [the] sabbath twilight was coming on. | 54 καὶ ἡμέρα ἦν παρασκευῆς, καὶ σάββατον ἐπέφωσκεν. | |||
55 And women, who had come along with him out of Galilee, having followed, saw the sepulchre and how his body was placed. | 55 κατακολουθήσασαι δὲ αἱ γυναῖκες, αἵτινες ἦσαν συνεληλυθυῖαι ἐκ τῆς γαλιλαίας αὐτῶ, ἐθεάσαντο τὸ μνημεῖον καὶ ὡς ἐτέθη τὸ σῶμα αὐτοῦ, | |||
56 And having returned they prepared aromatic spices and ointments, and remained quiet on the sabbath, according to the commandment. | 56 ὑποστρέψασαι δὲ ἡτοίμασαν ἀρώματα καὶ μύρα. καὶ τὸ μὲν σάββατον ἡσύχασαν κατὰ τὴν ἐντολήν, | |||
Chapter 22 Bible Contents Chapter 24
Other chapters in Luke: 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24
Genres: Law History Wisdom Prophets Gospels Acts Epistles Apocalyptic
Or select another Bible translation:
Turn Parallel Languages Off
American Standard Version
Bible in Basic English
King James Version
Webster's Bible
World English Bible
Young's Literal Translation
Greek New Testament
Cover image by Freedom Studio / Shutterstock Koine Greek audio (in modern Greek pronunciation) narrated by Theo Karvounakis..