Luke 7 - Darby English Bible with Greek
Law History Wisdom Prophets Gospels Acts Epistles Apocalyptic
1 And when he had completed all his words in the hearing of the people, he entered into Capernaum. | 1 ἐπειδὴ ἐπλήρωσεν πάντα τὰ ῥήματα αὐτοῦ εἰς τὰς ἀκοὰς τοῦ λαοῦ, εἰσῆλθεν εἰς καφαρναούμ. | |
2 And a certain centurion's bondman who was dear to him was ill and about to die; | 2 ἑκατοντάρχου δέ τινος δοῦλος κακῶς ἔχων ἤμελλεν τελευτᾶν, ὃς ἦν αὐτῶ ἔντιμος. | |
3 and having heard of Jesus, he sent to him elders of the Jews, begging him that he might come and save his bondman. | 3 ἀκούσας δὲ περὶ τοῦ ἰησοῦ ἀπέστειλεν πρὸς αὐτὸν πρεσβυτέρους τῶν ἰουδαίων, ἐρωτῶν αὐτὸν ὅπως ἐλθὼν διασώσῃ τὸν δοῦλον αὐτοῦ. | |
4 But they, being come to Jesus, besought him diligently, saying, He is worthy to whom thou shouldest grant this, | 4 οἱ δὲ παραγενόμενοι πρὸς τὸν ἰησοῦν παρεκάλουν αὐτὸν σπουδαίως, λέγοντες ὅτι ἄξιός ἐστιν ᾧ παρέξῃ τοῦτο, | |
5 for he loves our nation, and himself has built the synagogue for us. | 5 ἀγαπᾷ γὰρ τὸ ἔθνος ἡμῶν καὶ τὴν συναγωγὴν αὐτὸς ᾠκοδόμησεν ἡμῖν. | |
6 And Jesus went with them. But already, when he was not far from the house, the centurion sent to him friends, saying to him, Lord, do not trouble thyself, for I am not worthy that thou shouldest enter under my roof. | 6 ὁ δὲ ἰησοῦς ἐπορεύετο σὺν αὐτοῖς. ἤδη δὲ αὐτοῦ οὐ μακρὰν ἀπέχοντος ἀπὸ τῆς οἰκίας ἔπεμψεν φίλους ὁ ἑκατοντάρχης λέγων αὐτῶ, κύριε, μὴ σκύλλου, οὐ γὰρ ἱκανός εἰμι ἵνα ὑπὸ τὴν στέγην μου εἰσέλθῃς· | |
7 Wherefore neither did I count myself worthy to come to thee. But say by a word and my servant shall be healed. | 7 διὸ οὐδὲ ἐμαυτὸν ἠξίωσα πρὸς σὲ ἐλθεῖν· ἀλλὰ εἰπὲ λόγῳ, καὶ ἰαθήτω ὁ παῖς μου. | |
8 For *I* also am a man placed under authority, having under myself soldiers, and I say to this [one], Go, and he goes; and to another, Come, and he comes; and to my bondman, Do this, and he does [it]. | 8 καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν τασσόμενος, ἔχων ὑπ᾽ ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ, πορεύθητι, καὶ πορεύεται, καὶ ἄλλῳ, ἔρχου, καὶ ἔρχεται, καὶ τῶ δούλῳ μου, ποίησον τοῦτο, καὶ ποιεῖ. | |
9 And Jesus hearing this wondered at him, and turning to the crowd following him said, I say to you, Not even in Israel have I found so great faith. | 9 ἀκούσας δὲ ταῦτα ὁ ἰησοῦς ἐθαύμασεν αὐτόν, καὶ στραφεὶς τῶ ἀκολουθοῦντι αὐτῶ ὄχλῳ εἶπεν, λέγω ὑμῖν, οὐδὲ ἐν τῶ ἰσραὴλ τοσαύτην πίστιν εὖρον. | |
10 And they who had been sent returning to the house found the bondman, who was ill, in good health. | 10 καὶ ὑποστρέψαντες εἰς τὸν οἶκον οἱ πεμφθέντες εὖρον τὸν δοῦλον ὑγιαίνοντα. | |
11 And it came to pass afterwards he went into a city called Nain, and many of his disciples and a great crowd went with him. | 11 καὶ ἐγένετο ἐν τῶ ἑξῆς ἐπορεύθη εἰς πόλιν καλουμένην ναΐν, καὶ συνεπορεύοντο αὐτῶ οἱ μαθηταὶ αὐτοῦ καὶ ὄχλος πολύς. | |
12 And as he drew near to the gate of the city, behold, a dead man was carried out, the only son of his mother, and she a widow, and a very considerable crowd of the city [was] with her. | 12 ὡς δὲ ἤγγισεν τῇ πύλῃ τῆς πόλεως, καὶ ἰδοὺ ἐξεκομίζετο τεθνηκὼς μονογενὴς υἱὸς τῇ μητρὶ αὐτοῦ, καὶ αὐτὴ ἦν χήρα, καὶ ὄχλος τῆς πόλεως ἱκανὸς ἦν σὺν αὐτῇ. | |
13 And the Lord, seeing her, was moved with compassion for her, and said to her, Weep not; | 13 καὶ ἰδὼν αὐτὴν ὁ κύριος ἐσπλαγχνίσθη ἐπ᾽ αὐτῇ καὶ εἶπεν αὐτῇ, μὴ κλαῖε. | |
14 and coming up he touched the bier, and the bearers stopped. And he said, Youth, I say to thee, Wake up. | 14 καὶ προσελθὼν ἥψατο τῆς σοροῦ, οἱ δὲ βαστάζοντες ἔστησαν, καὶ εἶπεν, νεανίσκε, σοὶ λέγω, ἐγέρθητι. | |
15 And the dead sat up and began to speak; and he gave him to his mother. | 15 καὶ ἀνεκάθισεν ὁ νεκρὸς καὶ ἤρξατο λαλεῖν, καὶ ἔδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ. | |
16 And fear seized on all, and they glorified God, saying, A great prophet has been raised up amongst us; and God has visited his people. | 16 ἔλαβεν δὲ φόβος πάντας, καὶ ἐδόξαζον τὸν θεὸν λέγοντες ὅτι προφήτης μέγας ἠγέρθη ἐν ἡμῖν, καὶ ὅτι ἐπεσκέψατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ. | |
17 And this report went out in all Judaea concerning him, and in all the surrounding country. | 17 καὶ ἐξῆλθεν ὁ λόγος οὖτος ἐν ὅλῃ τῇ ἰουδαίᾳ περὶ αὐτοῦ καὶ πάσῃ τῇ περιχώρῳ. | |
18 And the disciples of John brought him word concerning all these things: | 18 καὶ ἀπήγγειλαν ἰωάννῃ οἱ μαθηταὶ αὐτοῦ περὶ πάντων τούτων. καὶ προσκαλεσάμενος δύο τινὰς τῶν μαθητῶν αὐτοῦ ὁ ἰωάννης | |
19 and John, having called two of his disciples, sent to Jesus, saying, Art *thou* he that is coming, or are we to wait for another? | 19 ἔπεμψεν πρὸς τὸν κύριον λέγων, σὺ εἶ ὁ ἐρχόμενος ἢ ἄλλον προσδοκῶμεν; | |
20 But the men having come to him said, John the baptist has sent us to thee, saying, Art *thou* he that is coming, or are we to wait for another? | 20 παραγενόμενοι δὲ πρὸς αὐτὸν οἱ ἄνδρες εἶπαν, ἰωάννης ὁ βαπτιστὴς ἀπέστειλεν ἡμᾶς πρὸς σὲ λέγων, σὺ εἶ ὁ ἐρχόμενος ἢ ἄλλον προσδοκῶμεν; | |
21 In that hour he healed many of diseases and plagues and evil spirits, and to many blind he granted sight. | 21 ἐν ἐκείνῃ τῇ ὥρᾳ ἐθεράπευσεν πολλοὺς ἀπὸ νόσων καὶ μαστίγων καὶ πνευμάτων πονηρῶν, καὶ τυφλοῖς πολλοῖς ἐχαρίσατο βλέπειν. | |
22 And Jesus answering said to them, Go, bring back word to John of what ye have seen and heard: that blind see, lame walk, lepers are cleansed, deaf hear, dead are raised, poor are evangelized; | 22 καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς, πορευθέντες ἀπαγγείλατε ἰωάννῃ ἃ εἴδετε καὶ ἠκούσατε· τυφλοὶ ἀναβλέπουσιν, χωλοὶ περιπατοῦσιν, λεπροὶ καθαρίζονται καὶ κωφοὶ ἀκούουσιν, νεκροὶ ἐγείρονται, πτωχοὶ εὐαγγελίζονται· | |
23 and blessed is whosoever shall not be offended in me. | 23 καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί. | |
24 And the messengers of John having departed, he began to speak to the crowds concerning John: What went ye out into the wilderness to behold? a reed shaken by the wind? | 24 ἀπελθόντων δὲ τῶν ἀγγέλων ἰωάννου ἤρξατο λέγειν πρὸς τοὺς ὄχλους περὶ ἰωάννου, τί ἐξήλθατε εἰς τὴν ἔρημον θεάσασθαι; κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον; | |
25 But what went ye out to see? a man clothed in delicate garments? Behold, those who are in splendid clothing and live luxuriously are in the courts of kings. | 25 ἀλλὰ τί ἐξήλθατε ἰδεῖν; ἄνθρωπον ἐν μαλακοῖς ἱματίοις ἠμφιεσμένον; ἰδοὺ οἱ ἐν ἱματισμῶ ἐνδόξῳ καὶ τρυφῇ ὑπάρχοντες ἐν τοῖς βασιλείοις εἰσίν. | |
26 But what went ye out to see? a prophet? Yea, I say to you, and [what is] more excellent than a prophet. | 26 ἀλλὰ τί ἐξήλθατε ἰδεῖν; προφήτην; ναί, λέγω ὑμῖν, καὶ περισσότερον προφήτου. | |
27 This is he concerning whom it is written, Behold, *I* send my messenger before thy face, who shall prepare thy way before thee; | 27 οὖτός ἐστιν περὶ οὖ γέγραπται, ἰδοὺ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου. | |
28 for I say unto you, Among them that are born of women a greater [prophet] is no one than John [the baptist]; but he who is a little one in the kingdom of God is greater than he. | 28 λέγω ὑμῖν, μείζων ἐν γεννητοῖς γυναικῶν ἰωάννου οὐδείς ἐστιν· ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ μείζων αὐτοῦ ἐστιν. | |
29 (And all the people who heard [it], and the tax-gatherers, justified God, having been baptised with the baptism of John; | 29 καὶ πᾶς ὁ λαὸς ἀκούσας καὶ οἱ τελῶναι ἐδικαίωσαν τὸν θεόν, βαπτισθέντες τὸ βάπτισμα ἰωάννου· | |
30 but the Pharisees and the lawyers rendered null as to themselves the counsel of God, not having been baptised by him.) | 30 οἱ δὲ φαρισαῖοι καὶ οἱ νομικοὶ τὴν βουλὴν τοῦ θεοῦ ἠθέτησαν εἰς ἑαυτούς, μὴ βαπτισθέντες ὑπ᾽ αὐτοῦ. | |
31 To whom therefore shall I liken the men of this generation, and to whom are they like? | 31 τίνι οὗν ὁμοιώσω τοὺς ἀνθρώπους τῆς γενεᾶς ταύτης, καὶ τίνι εἰσὶν ὅμοιοι; | |
32 They are like children sitting in the market-place, and calling one to another and saying, We have piped to you, and ye have not danced; we have mourned to you, and ye have not wept. | 32 ὅμοιοί εἰσιν παιδίοις τοῖς ἐν ἀγορᾷ καθημένοις καὶ προσφωνοῦσιν ἀλλήλοις, ἃ λέγει, ηὐλήσαμεν ὑμῖν καὶ οὐκ ὠρχήσασθε· ἐθρηνήσαμεν καὶ οὐκ ἐκλαύσατε. | |
33 For John the baptist has come neither eating bread nor drinking wine, and ye say, He has a demon. | 33 ἐλήλυθεν γὰρ ἰωάννης ὁ βαπτιστὴς μὴ ἐσθίων ἄρτον μήτε πίνων οἶνον, καὶ λέγετε, δαιμόνιον ἔχει· | |
34 The Son of man has come eating and drinking, and ye say, Behold an eater and wine-drinker, a friend of tax-gatherers and sinners; | 34 ἐλήλυθεν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγετε, ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης, φίλος τελωνῶν καὶ ἁμαρτωλῶν. | |
35 and wisdom has been justified of all her children. | 35 καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ πάντων τῶν τέκνων αὐτῆς. | |
36 But one of the Pharisees begged him that he would eat with him. And entering into the house of the Pharisee he took his place at table; | 36 ἠρώτα δέ τις αὐτὸν τῶν φαρισαίων ἵνα φάγῃ μετ᾽ αὐτοῦ· καὶ εἰσελθὼν εἰς τὸν οἶκον τοῦ φαρισαίου κατεκλίθη. | |
37 and behold, a woman in the city, who was a sinner, and knew that he was sitting at meat in the house of the Pharisee, having taken an alabaster box of myrrh, | 37 καὶ ἰδοὺ γυνὴ ἥτις ἦν ἐν τῇ πόλει ἁμαρτωλός, καὶ ἐπιγνοῦσα ὅτι κατάκειται ἐν τῇ οἰκίᾳ τοῦ φαρισαίου, κομίσασα ἀλάβαστρον μύρου | |
38 and standing at his feet behind [him] weeping, began to wash his feet with tears; and she wiped them with the hairs of her head, and kissed his feet, and anointed [them] with the myrrh. | 38 καὶ στᾶσα ὀπίσω παρὰ τοὺς πόδας αὐτοῦ κλαίουσα, τοῖς δάκρυσιν ἤρξατο βρέχειν τοὺς πόδας αὐτοῦ καὶ ταῖς θριξὶν τῆς κεφαλῆς αὐτῆς ἐξέμασσεν, καὶ κατεφίλει τοὺς πόδας αὐτοῦ καὶ ἤλειφεν τῶ μύρῳ. | |
39 And the Pharisee who had invited him, seeing it, spoke with himself saying, This [person] if he were a prophet would have known who and what the woman is who touches him, for she is a sinner. | 39 ἰδὼν δὲ ὁ φαρισαῖος ὁ καλέσας αὐτὸν εἶπεν ἐν ἑαυτῶ λέγων, οὖτος εἰ ἦν προφήτης, ἐγίνωσκεν ἂν τίς καὶ ποταπὴ ἡ γυνὴ ἥτις ἅπτεται αὐτοῦ, ὅτι ἁμαρτωλός ἐστιν. | |
40 And Jesus answering said to him, Simon, I have somewhat to say to thee. And he says, Teacher, say [it]. | 40 καὶ ἀποκριθεὶς ὁ ἰησοῦς εἶπεν πρὸς αὐτόν, σίμων, ἔχω σοί τι εἰπεῖν. ὁ δέ, διδάσκαλε, εἰπέ, φησίν. | |
41 There were two debtors of a certain creditor: one owed five hundred denarii and the other fifty; | 41 δύο χρεοφειλέται ἦσαν δανιστῇ τινι· ὁ εἷς ὤφειλεν δηνάρια πεντακόσια, ὁ δὲ ἕτερος πεντήκοντα. | |
42 but as they had nothing to pay, he forgave both of them [their debt]: [say,] which of them therefore will love him most? | 42 μὴ ἐχόντων αὐτῶν ἀποδοῦναι ἀμφοτέροις ἐχαρίσατο. τίς οὗν αὐτῶν πλεῖον ἀγαπήσει αὐτόν; | |
43 And Simon answering said, I suppose he to whom he forgave the most. And he said to him, Thou hast rightly judged. | 43 ἀποκριθεὶς σίμων εἶπεν, ὑπολαμβάνω ὅτι ᾧ τὸ πλεῖον ἐχαρίσατο. ὁ δὲ εἶπεν αὐτῶ, ὀρθῶς ἔκρινας. | |
44 And turning to the woman he said to Simon, Seest thou this woman? I entered into thy house; thou gavest me not water on my feet, but *she* has washed my feet with tears, and wiped them with her hair. | 44 καὶ στραφεὶς πρὸς τὴν γυναῖκα τῶ σίμωνι ἔφη, βλέπεις ταύτην τὴν γυναῖκα; εἰσῆλθόν σου εἰς τὴν οἰκίαν, ὕδωρ μοι ἐπὶ πόδας οὐκ ἔδωκας· αὕτη δὲ τοῖς δάκρυσιν ἔβρεξέν μου τοὺς πόδας καὶ ταῖς θριξὶν αὐτῆς ἐξέμαξεν. | |
45 Thou gavest me not a kiss, but *she* from the time I came in has not ceased kissing my feet. | 45 φίλημά μοι οὐκ ἔδωκας· αὕτη δὲ ἀφ᾽ ἧς εἰσῆλθον οὐ διέλιπεν καταφιλοῦσά μου τοὺς πόδας. | |
46 My head with oil thou didst not anoint, but *she* has anointed my feet with myrrh. | 46 ἐλαίῳ τὴν κεφαλήν μου οὐκ ἤλειψας· αὕτη δὲ μύρῳ ἤλειψεν τοὺς πόδας μου. | |
47 For which cause I say to thee, Her many sins are forgiven; for she loved much; but he to whom little is forgiven loves little. | 47 οὖ χάριν λέγω σοι, ἀφέωνται αἱ ἁμαρτίαι αὐτῆς αἱ πολλαί, ὅτι ἠγάπησεν πολύ· ᾧ δὲ ὀλίγον ἀφίεται, ὀλίγον ἀγαπᾷ. | |
48 And he said to her, Thy sins are forgiven. | 48 εἶπεν δὲ αὐτῇ, ἀφέωνταί σου αἱ ἁμαρτίαι. | |
49 And they that were with [them] at table began to say within themselves, Who is this who forgives also sins? | 49 καὶ ἤρξαντο οἱ συνανακείμενοι λέγειν ἐν ἑαυτοῖς, τίς οὖτός ἐστιν ὃς καὶ ἁμαρτίας ἀφίησιν; | |
50 And he said to the woman, Thy faith has saved thee; go in peace. | 50 εἶπεν δὲ πρὸς τὴν γυναῖκα, ἡ πίστις σου σέσωκέν σε· πορεύου εἰς εἰρήνην. | |
Chapter 6 Bible Contents Chapter 8
Other chapters in Luke: 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24
Genres: Law History Wisdom Prophets Gospels Acts Epistles Apocalyptic
Or select another Bible translation:
Turn Parallel Languages Off
American Standard Version
Bible in Basic English
King James Version
Webster's Bible
World English Bible
Young's Literal Translation
Greek New Testament
Cover image by Freedom Studio / Shutterstock Koine Greek audio (in modern Greek pronunciation) narrated by Theo Karvounakis..