Luke 7 - Webster's Bible with Greek
Law History Wisdom Prophets Gospels Acts Epistles Apocalyptic
1 Now when he had ended all his sayings in the audience of the people, he entered into Capernaum. | 1 ἐπειδὴ ἐπλήρωσεν πάντα τὰ ῥήματα αὐτοῦ εἰς τὰς ἀκοὰς τοῦ λαοῦ, εἰσῆλθεν εἰς καφαρναούμ. | |
2 And a certain centurion's servant, who was dear to him, was sick, and ready to die. | 2 ἑκατοντάρχου δέ τινος δοῦλος κακῶς ἔχων ἤμελλεν τελευτᾶν, ὃς ἦν αὐτῶ ἔντιμος. | |
3 And when he heard of Jesus, he sent to him the elders of the Jews, beseeching him that he would come and heal his servant. | 3 ἀκούσας δὲ περὶ τοῦ ἰησοῦ ἀπέστειλεν πρὸς αὐτὸν πρεσβυτέρους τῶν ἰουδαίων, ἐρωτῶν αὐτὸν ὅπως ἐλθὼν διασώσῃ τὸν δοῦλον αὐτοῦ. | |
4 And when they came to Jesus, they besought him earnestly, saying, That he was worthy for whom he should do this: | 4 οἱ δὲ παραγενόμενοι πρὸς τὸν ἰησοῦν παρεκάλουν αὐτὸν σπουδαίως, λέγοντες ὅτι ἄξιός ἐστιν ᾧ παρέξῃ τοῦτο, | |
5 For he loveth our nation, and he hath built us a synagogue. | 5 ἀγαπᾷ γὰρ τὸ ἔθνος ἡμῶν καὶ τὴν συναγωγὴν αὐτὸς ᾠκοδόμησεν ἡμῖν. | |
6 Then Jesus went with them. And when he was now not far from the house, the centurion sent friends to him, saying to him, Lord, trouble not thyself: for I am not worthy that thou shouldest enter under my roof; | 6 ὁ δὲ ἰησοῦς ἐπορεύετο σὺν αὐτοῖς. ἤδη δὲ αὐτοῦ οὐ μακρὰν ἀπέχοντος ἀπὸ τῆς οἰκίας ἔπεμψεν φίλους ὁ ἑκατοντάρχης λέγων αὐτῶ, κύριε, μὴ σκύλλου, οὐ γὰρ ἱκανός εἰμι ἵνα ὑπὸ τὴν στέγην μου εἰσέλθῃς· | |
7 Wherefore neither thought I myself worthy to come to thee; but say in a word, and my servant shall be healed. | 7 διὸ οὐδὲ ἐμαυτὸν ἠξίωσα πρὸς σὲ ἐλθεῖν· ἀλλὰ εἰπὲ λόγῳ, καὶ ἰαθήτω ὁ παῖς μου. | |
8 For I also am a man set under authority, having under me soldiers, and I say to one, Go, and he goeth; and to another, Come, and he cometh; and to my servant, Do this, and he doeth it. | 8 καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν τασσόμενος, ἔχων ὑπ᾽ ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ, πορεύθητι, καὶ πορεύεται, καὶ ἄλλῳ, ἔρχου, καὶ ἔρχεται, καὶ τῶ δούλῳ μου, ποίησον τοῦτο, καὶ ποιεῖ. | |
9 When Jesus heard these things, he marveled at him, and turned himself about and said to the people that followed him, I say to you, I have not found so great faith, no, not in Israel. | 9 ἀκούσας δὲ ταῦτα ὁ ἰησοῦς ἐθαύμασεν αὐτόν, καὶ στραφεὶς τῶ ἀκολουθοῦντι αὐτῶ ὄχλῳ εἶπεν, λέγω ὑμῖν, οὐδὲ ἐν τῶ ἰσραὴλ τοσαύτην πίστιν εὖρον. | |
10 And they that were sent, returning to the house, found the servant well that had been sick. | 10 καὶ ὑποστρέψαντες εἰς τὸν οἶκον οἱ πεμφθέντες εὖρον τὸν δοῦλον ὑγιαίνοντα. | |
11 And it came to pass the day after, that he went into a city called Nain: and many of his disciples went with him, and many people. | 11 καὶ ἐγένετο ἐν τῶ ἑξῆς ἐπορεύθη εἰς πόλιν καλουμένην ναΐν, καὶ συνεπορεύοντο αὐτῶ οἱ μαθηταὶ αὐτοῦ καὶ ὄχλος πολύς. | |
12 Now when he came nigh to the gate of the city, behold, there was a dead man carried out, the only son of his mother, and she was a widow: and many people of the city were with her. | 12 ὡς δὲ ἤγγισεν τῇ πύλῃ τῆς πόλεως, καὶ ἰδοὺ ἐξεκομίζετο τεθνηκὼς μονογενὴς υἱὸς τῇ μητρὶ αὐτοῦ, καὶ αὐτὴ ἦν χήρα, καὶ ὄχλος τῆς πόλεως ἱκανὸς ἦν σὺν αὐτῇ. | |
13 And when the Lord saw her, he had compassion on her, and said to her, Weep not. | 13 καὶ ἰδὼν αὐτὴν ὁ κύριος ἐσπλαγχνίσθη ἐπ᾽ αὐτῇ καὶ εἶπεν αὐτῇ, μὴ κλαῖε. | |
14 And he came and touched the bier: And they that bore him stood still. And he said, Young man, I say to thee, Arise. | 14 καὶ προσελθὼν ἥψατο τῆς σοροῦ, οἱ δὲ βαστάζοντες ἔστησαν, καὶ εἶπεν, νεανίσκε, σοὶ λέγω, ἐγέρθητι. | |
15 And he that was dead sat up, and began to speak, and he delivered him to his mother. | 15 καὶ ἀνεκάθισεν ὁ νεκρὸς καὶ ἤρξατο λαλεῖν, καὶ ἔδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ. | |
16 And there came a fear on all: and they glorified God, saying, That a great prophet hath risen among us; and, That God hath visited his people. | 16 ἔλαβεν δὲ φόβος πάντας, καὶ ἐδόξαζον τὸν θεὸν λέγοντες ὅτι προφήτης μέγας ἠγέρθη ἐν ἡμῖν, καὶ ὅτι ἐπεσκέψατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ. | |
17 And this rumor of him went forth throughout all Judea, and throughout all the neighboring region. | 17 καὶ ἐξῆλθεν ὁ λόγος οὖτος ἐν ὅλῃ τῇ ἰουδαίᾳ περὶ αὐτοῦ καὶ πάσῃ τῇ περιχώρῳ. | |
18 And the disciples of John informed him of all these things. | 18 καὶ ἀπήγγειλαν ἰωάννῃ οἱ μαθηταὶ αὐτοῦ περὶ πάντων τούτων. καὶ προσκαλεσάμενος δύο τινὰς τῶν μαθητῶν αὐτοῦ ὁ ἰωάννης | |
19 And John calling two of his disciples sent them to Jesus, saying, Art thou he that should come? or look we for another? | 19 ἔπεμψεν πρὸς τὸν κύριον λέγων, σὺ εἶ ὁ ἐρχόμενος ἢ ἄλλον προσδοκῶμεν; | |
20 When the men had come to him, they said, John the Baptist hath sent us to thee, saying, Art thou he that should come? or look we for another? | 20 παραγενόμενοι δὲ πρὸς αὐτὸν οἱ ἄνδρες εἶπαν, ἰωάννης ὁ βαπτιστὴς ἀπέστειλεν ἡμᾶς πρὸς σὲ λέγων, σὺ εἶ ὁ ἐρχόμενος ἢ ἄλλον προσδοκῶμεν; | |
21 And in that same hour he cured many of their infirmities, and diseases, and of evil spirits; and to many that were blind he gave sight. | 21 ἐν ἐκείνῃ τῇ ὥρᾳ ἐθεράπευσεν πολλοὺς ἀπὸ νόσων καὶ μαστίγων καὶ πνευμάτων πονηρῶν, καὶ τυφλοῖς πολλοῖς ἐχαρίσατο βλέπειν. | |
22 Then Jesus answering, said to them, Go, and tell John what things ye have seen and heard; that the blind see, the lame walk, lepers are cleansed, the deaf hear, the dead are raised, to the poor the gospel is preached. | 22 καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς, πορευθέντες ἀπαγγείλατε ἰωάννῃ ἃ εἴδετε καὶ ἠκούσατε· τυφλοὶ ἀναβλέπουσιν, χωλοὶ περιπατοῦσιν, λεπροὶ καθαρίζονται καὶ κωφοὶ ἀκούουσιν, νεκροὶ ἐγείρονται, πτωχοὶ εὐαγγελίζονται· | |
23 And blessed is he, to whom I shall not be a stumbling block. | 23 καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί. | |
24 And when the messengers of John had departed, he began to speak to the people concerning John, What went ye out into the wilderness to see? A reed shaken with the wind? | 24 ἀπελθόντων δὲ τῶν ἀγγέλων ἰωάννου ἤρξατο λέγειν πρὸς τοὺς ὄχλους περὶ ἰωάννου, τί ἐξήλθατε εἰς τὴν ἔρημον θεάσασθαι; κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον; | |
25 But what went ye out to see? A man clothed in soft raiment? behold, they who are gorgeously appareled, and live delicately, are in kings' courts. | 25 ἀλλὰ τί ἐξήλθατε ἰδεῖν; ἄνθρωπον ἐν μαλακοῖς ἱματίοις ἠμφιεσμένον; ἰδοὺ οἱ ἐν ἱματισμῶ ἐνδόξῳ καὶ τρυφῇ ὑπάρχοντες ἐν τοῖς βασιλείοις εἰσίν. | |
26 But what went ye out to see? A prophet? Yes, I say to you, and much more than a prophet. | 26 ἀλλὰ τί ἐξήλθατε ἰδεῖν; προφήτην; ναί, λέγω ὑμῖν, καὶ περισσότερον προφήτου. | |
27 This is he, concerning whom it is written, Behold, I send my messenger before thy face, who shall prepare thy way before thee. | 27 οὖτός ἐστιν περὶ οὖ γέγραπται, ἰδοὺ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου. | |
28 For I say to you, Among those that are born of women, there is not a greater prophet than John the Baptist: but he that is least in the kingdom of God, is greater than he. | 28 λέγω ὑμῖν, μείζων ἐν γεννητοῖς γυναικῶν ἰωάννου οὐδείς ἐστιν· ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ μείζων αὐτοῦ ἐστιν. | |
29 And all the people that heard him, and the publicans, justified God, being baptized with the baptism of John. | 29 καὶ πᾶς ὁ λαὸς ἀκούσας καὶ οἱ τελῶναι ἐδικαίωσαν τὸν θεόν, βαπτισθέντες τὸ βάπτισμα ἰωάννου· | |
30 But the Pharisees and lawyers rejected the counsel of God against themselves, being not baptized by him. | 30 οἱ δὲ φαρισαῖοι καὶ οἱ νομικοὶ τὴν βουλὴν τοῦ θεοῦ ἠθέτησαν εἰς ἑαυτούς, μὴ βαπτισθέντες ὑπ᾽ αὐτοῦ. | |
31 And the Lord said, To what then shall I liken the men of this generation? and to what are they like? | 31 τίνι οὗν ὁμοιώσω τοὺς ἀνθρώπους τῆς γενεᾶς ταύτης, καὶ τίνι εἰσὶν ὅμοιοι; | |
32 They are like children sitting in the market-place, and calling one to another, and saying, We have piped to you, and ye have not danced; we have mourned to you, and ye have not wept. | 32 ὅμοιοί εἰσιν παιδίοις τοῖς ἐν ἀγορᾷ καθημένοις καὶ προσφωνοῦσιν ἀλλήλοις, ἃ λέγει, ηὐλήσαμεν ὑμῖν καὶ οὐκ ὠρχήσασθε· ἐθρηνήσαμεν καὶ οὐκ ἐκλαύσατε. | |
33 For John the Baptist came neither eating bread, nor drinking wine; and ye say, He hath a demon. | 33 ἐλήλυθεν γὰρ ἰωάννης ὁ βαπτιστὴς μὴ ἐσθίων ἄρτον μήτε πίνων οἶνον, καὶ λέγετε, δαιμόνιον ἔχει· | |
34 The Son of man is come eating and drinking; and ye say, Behold, a gluttonous man, and a wine-bibber, a friend of publicans and sinners. | 34 ἐλήλυθεν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγετε, ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης, φίλος τελωνῶν καὶ ἁμαρτωλῶν. | |
35 But wisdom is justified by all her children. | 35 καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ πάντων τῶν τέκνων αὐτῆς. | |
36 And one of the Pharisees desired him that he would eat with him. And he went into the Pharisee's house, and sat down at table. | 36 ἠρώτα δέ τις αὐτὸν τῶν φαρισαίων ἵνα φάγῃ μετ᾽ αὐτοῦ· καὶ εἰσελθὼν εἰς τὸν οἶκον τοῦ φαρισαίου κατεκλίθη. | |
37 And behold, a woman in the city, who was a sinner, when she knew that Jesus sat at table in the Pharisee's house, brought an alabaster-box of ointment, | 37 καὶ ἰδοὺ γυνὴ ἥτις ἦν ἐν τῇ πόλει ἁμαρτωλός, καὶ ἐπιγνοῦσα ὅτι κατάκειται ἐν τῇ οἰκίᾳ τοῦ φαρισαίου, κομίσασα ἀλάβαστρον μύρου | |
38 And stood at his feet behind him weeping, and began to wash his feet with tears, and wiped them with the hairs of her head, and kissed his feet, and anointed them with the ointment. | 38 καὶ στᾶσα ὀπίσω παρὰ τοὺς πόδας αὐτοῦ κλαίουσα, τοῖς δάκρυσιν ἤρξατο βρέχειν τοὺς πόδας αὐτοῦ καὶ ταῖς θριξὶν τῆς κεφαλῆς αὐτῆς ἐξέμασσεν, καὶ κατεφίλει τοὺς πόδας αὐτοῦ καὶ ἤλειφεν τῶ μύρῳ. | |
39 Now when the Pharisee who had invited him, saw it, he spoke within himself, saying, This man, if he were a prophet, would have known who, and what manner of woman this is that toucheth him, for she is a sinner. | 39 ἰδὼν δὲ ὁ φαρισαῖος ὁ καλέσας αὐτὸν εἶπεν ἐν ἑαυτῶ λέγων, οὖτος εἰ ἦν προφήτης, ἐγίνωσκεν ἂν τίς καὶ ποταπὴ ἡ γυνὴ ἥτις ἅπτεται αὐτοῦ, ὅτι ἁμαρτωλός ἐστιν. | |
40 And Jesus answering, said to him, Simon, I have somewhat to say to thee. And he saith, Master, speak. | 40 καὶ ἀποκριθεὶς ὁ ἰησοῦς εἶπεν πρὸς αὐτόν, σίμων, ἔχω σοί τι εἰπεῖν. ὁ δέ, διδάσκαλε, εἰπέ, φησίν. | |
41 There was a certain creditor, who had two debtors: the one owed five hundred pence, and the other fifty. | 41 δύο χρεοφειλέται ἦσαν δανιστῇ τινι· ὁ εἷς ὤφειλεν δηνάρια πεντακόσια, ὁ δὲ ἕτερος πεντήκοντα. | |
42 And when they had nothing to pay, he frankly forgave them both. Tell me therefore, which of them will love him most? | 42 μὴ ἐχόντων αὐτῶν ἀποδοῦναι ἀμφοτέροις ἐχαρίσατο. τίς οὗν αὐτῶν πλεῖον ἀγαπήσει αὐτόν; | |
43 Simon answered and said, I suppose that he, to whom he forgave most. And he said to him, Thou hast rightly judged. | 43 ἀποκριθεὶς σίμων εἶπεν, ὑπολαμβάνω ὅτι ᾧ τὸ πλεῖον ἐχαρίσατο. ὁ δὲ εἶπεν αὐτῶ, ὀρθῶς ἔκρινας. | |
44 And he turned to the woman, and said to Simon, Seest thou this woman? I entered into thy house, thou gavest me no water for my feet: but she hath washed my feet with tears, and wiped them with the hairs of her head. | 44 καὶ στραφεὶς πρὸς τὴν γυναῖκα τῶ σίμωνι ἔφη, βλέπεις ταύτην τὴν γυναῖκα; εἰσῆλθόν σου εἰς τὴν οἰκίαν, ὕδωρ μοι ἐπὶ πόδας οὐκ ἔδωκας· αὕτη δὲ τοῖς δάκρυσιν ἔβρεξέν μου τοὺς πόδας καὶ ταῖς θριξὶν αὐτῆς ἐξέμαξεν. | |
45 Thou gavest me no kiss: but this woman, since the time I came in, hath not ceased to kiss my feet. | 45 φίλημά μοι οὐκ ἔδωκας· αὕτη δὲ ἀφ᾽ ἧς εἰσῆλθον οὐ διέλιπεν καταφιλοῦσά μου τοὺς πόδας. | |
46 My head with oil thou didst not anoint: but this woman hath anointed my feet with ointment. | 46 ἐλαίῳ τὴν κεφαλήν μου οὐκ ἤλειψας· αὕτη δὲ μύρῳ ἤλειψεν τοὺς πόδας μου. | |
47 Wherefore I say to thee, Her sins, which are many, are forgiven; for she loved much: but to whom little is forgiven, the same loveth little. | 47 οὖ χάριν λέγω σοι, ἀφέωνται αἱ ἁμαρτίαι αὐτῆς αἱ πολλαί, ὅτι ἠγάπησεν πολύ· ᾧ δὲ ὀλίγον ἀφίεται, ὀλίγον ἀγαπᾷ. | |
48 And he said to her, Thy sins are forgiven. | 48 εἶπεν δὲ αὐτῇ, ἀφέωνταί σου αἱ ἁμαρτίαι. | |
49 And they that sat at table with him, began to say within themselves, Who is this that forgiveth sins also? | 49 καὶ ἤρξαντο οἱ συνανακείμενοι λέγειν ἐν ἑαυτοῖς, τίς οὖτός ἐστιν ὃς καὶ ἁμαρτίας ἀφίησιν; | |
50 And he said to the woman, Thy faith hath saved thee; go in peace. | 50 εἶπεν δὲ πρὸς τὴν γυναῖκα, ἡ πίστις σου σέσωκέν σε· πορεύου εἰς εἰρήνην. | |
Chapter 6 Bible Contents Chapter 8
Other chapters in Luke: 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24
Genres: Law History Wisdom Prophets Gospels Acts Epistles Apocalyptic
Or select another Bible translation:
Turn Parallel Languages Off
American Standard Version
Bible in Basic English
Darby English Bible
King James Version
World English Bible
Young's Literal Translation
Greek New Testament
Cover image by Freedom Studio / Shutterstock Koine Greek audio (in modern Greek pronunciation) narrated by Theo Karvounakis..