Luke 9 - Darby English Bible with Greek
Law History Wisdom Prophets Gospels Acts Epistles Apocalyptic
1 And having called together the twelve, he gave them power and authority over all demons, and to heal diseases, | 1 συγκαλεσάμενος δὲ τοὺς δώδεκα ἔδωκεν αὐτοῖς δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια καὶ νόσους θεραπεύειν, | |||
2 and sent them to proclaim the kingdom of God and to heal the sick. | 2 καὶ ἀπέστειλεν αὐτοὺς κηρύσσειν τὴν βασιλείαν τοῦ θεοῦ καὶ ἰᾶσθαι [τοὺς ἀσθενεῖς], | |||
3 And he said to them, Take nothing for the way, neither staff, nor scrip, nor bread, nor money; nor to have two body-coats apiece. | 3 καὶ εἶπεν πρὸς αὐτούς, μηδὲν αἴρετε εἰς τὴν ὁδόν, μήτε ῥάβδον μήτε πήραν μήτε ἄρτον μήτε ἀργύριον, μήτε [ἀνὰ] δύο χιτῶνας ἔχειν. | |||
4 And into whatsoever house ye enter, there abide and thence go forth. | 4 καὶ εἰς ἣν ἂν οἰκίαν εἰσέλθητε, ἐκεῖ μένετε καὶ ἐκεῖθεν ἐξέρχεσθε. | |||
5 And as many as may not receive you, going forth from that city, shake off even the dust from your feet for a witness against them. | 5 καὶ ὅσοι ἂν μὴ δέχωνται ὑμᾶς, ἐξερχόμενοι ἀπὸ τῆς πόλεως ἐκείνης τὸν κονιορτὸν ἀπὸ τῶν ποδῶν ὑμῶν ἀποτινάσσετε εἰς μαρτύριον ἐπ᾽ αὐτούς. | |||
6 And going forth they passed through the villages, announcing the glad tidings and healing everywhere. | 6 ἐξερχόμενοι δὲ διήρχοντο κατὰ τὰς κώμας εὐαγγελιζόμενοι καὶ θεραπεύοντες πανταχοῦ. | |||
7 And Herod the tetrarch heard of all the things which were done [by him], and was in perplexity, because it was said by some that John was risen from among [the] dead, | 7 ἤκουσεν δὲ ἡρῴδης ὁ τετραάρχης τὰ γινόμενα πάντα, καὶ διηπόρει διὰ τὸ λέγεσθαι ὑπό τινων ὅτι ἰωάννης ἠγέρθη ἐκ νεκρῶν, | |||
8 and by some that Elias had appeared, and by others that one of the old prophets had risen again. | 8 ὑπό τινων δὲ ὅτι ἠλίας ἐφάνη, ἄλλων δὲ ὅτι προφήτης τις τῶν ἀρχαίων ἀνέστη. | |||
9 And Herod said, John *I* have beheaded, but who is this of whom I hear such things? and he sought to see him. | 9 εἶπεν δὲ ἡρῴδης, ἰωάννην ἐγὼ ἀπεκεφάλισα· τίς δέ ἐστιν οὖτος περὶ οὖ ἀκούω τοιαῦτα; καὶ ἐζήτει ἰδεῖν αὐτόν. | |||
10 And the apostles having returned related to him whatever they had done. And he took them and withdrew apart into [a desert place of] a city called Bethsaida. | 10 καὶ ὑποστρέψαντες οἱ ἀπόστολοι διηγήσαντο αὐτῶ ὅσα ἐποίησαν. καὶ παραλαβὼν αὐτοὺς ὑπεχώρησεν κατ᾽ ἰδίαν εἰς πόλιν καλουμένην βηθσαϊδά. | |||
11 But the crowds knowing [it] followed him; and he received them and spake to them of the kingdom of God, and cured those that had need of healing. | 11 οἱ δὲ ὄχλοι γνόντες ἠκολούθησαν αὐτῶ. καὶ ἀποδεξάμενος αὐτοὺς ἐλάλει αὐτοῖς περὶ τῆς βασιλείας τοῦ θεοῦ, καὶ τοὺς χρείαν ἔχοντας θεραπείας ἰᾶτο. | |||
12 But the day began to decline, and the twelve came and said to him, Send away the crowd that they may go into the villages around, and [into] the fields, and lodge and find victuals, for here we are in a desert place. | 12 ἡ δὲ ἡμέρα ἤρξατο κλίνειν· προσελθόντες δὲ οἱ δώδεκα εἶπαν αὐτῶ, ἀπόλυσον τὸν ὄχλον, ἵνα πορευθέντες εἰς τὰς κύκλῳ κώμας καὶ ἀγροὺς καταλύσωσιν καὶ εὕρωσιν ἐπισιτισμόν, ὅτι ὧδε ἐν ἐρήμῳ τόπῳ ἐσμέν. | |||
13 And he said to them, Give *ye them to eat. And they said, We have not more than five loaves and two fishes, unless *we* should go and buy food for all this people; | 13 εἶπεν δὲ πρὸς αὐτούς, δότε αὐτοῖς ὑμεῖς φαγεῖν. οἱ δὲ εἶπαν, οὐκ εἰσὶν ἡμῖν πλεῖον ἢ ἄρτοι πέντε καὶ ἰχθύες δύο, εἰ μήτι πορευθέντες ἡμεῖς ἀγοράσωμεν εἰς πάντα τὸν λαὸν τοῦτον βρώματα. | |||
14 for they were about five thousand men. And he said to his disciples, Make them sit down in companies by fifties. | 14 ἦσαν γὰρ ὡσεὶ ἄνδρες πεντακισχίλιοι. εἶπεν δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ, κατακλίνατε αὐτοὺς κλισίας [ὡσεὶ] ἀνὰ πεντήκοντα. | |||
15 And they did so, and made them all sit down. | 15 καὶ ἐποίησαν οὕτως καὶ κατέκλιναν ἅπαντας. | |||
16 And taking the five loaves and the two fishes, looking up to heaven he blessed them, and broke and gave to the disciples to set before the crowd. | 16 λαβὼν δὲ τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν αὐτοὺς καὶ κατέκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς παραθεῖναι τῶ ὄχλῳ. | |||
17 And they all ate and were filled; and there was taken up of what had remained over and above to them in fragments twelve hand-baskets. | 17 καὶ ἔφαγον καὶ ἐχορτάσθησαν πάντες, καὶ ἤρθη τὸ περισσεῦσαν αὐτοῖς κλασμάτων κόφινοι δώδεκα. | |||
18 And it came to pass as he was praying alone, his disciples were with him, and he asked them saying, Who do the crowds say that I am? | 18 καὶ ἐγένετο ἐν τῶ εἶναι αὐτὸν προσευχόμενον κατὰ μόνας συνῆσαν αὐτῶ οἱ μαθηταί, καὶ ἐπηρώτησεν αὐτοὺς λέγων, τίνα με λέγουσιν οἱ ὄχλοι εἶναι; | |||
19 But they answering said, John the baptist; but others, Elias; and others, that one of the old prophets has risen again. | 19 οἱ δὲ ἀποκριθέντες εἶπαν, ἰωάννην τὸν βαπτιστήν, ἄλλοι δὲ ἠλίαν, ἄλλοι δὲ ὅτι προφήτης τις τῶν ἀρχαίων ἀνέστη. | |||
20 And he said to them, But *ye*, who do ye say that I am? And Peter answering said, The Christ of God. | 20 εἶπεν δὲ αὐτοῖς, ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; πέτρος δὲ ἀποκριθεὶς εἶπεν, τὸν χριστὸν τοῦ θεοῦ. | |||
21 But, earnestly charging them, he enjoined [them] to say this to no man, | 21 ὁ δὲ ἐπιτιμήσας αὐτοῖς παρήγγειλεν μηδενὶ λέγειν τοῦτο, | |||
22 saying, The Son of man must suffer many things, and be rejected of the elders and chief priests and scribes, and be killed, and the third day be raised up. | 22 εἰπὼν ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων καὶ ἀποκτανθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι. | |||
23 And he said to [them] all, If any one will come after me, let him deny himself and take up his cross daily and follow me; | 23 ἔλεγεν δὲ πρὸς πάντας, εἴ τις θέλει ὀπίσω μου ἔρχεσθαι, ἀρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καθ᾽ ἡμέραν, καὶ ἀκολουθείτω μοι. | |||
24 for whosoever shall desire to save his life shall lose it, but whosoever shall lose his life for my sake, *he* shall save it. | 24 ὃς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δ᾽ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ, οὖτος σώσει αὐτήν. | |||
25 For what shall a man profit if he shall have gained the whole world, and have destroyed, or come under the penalty of the loss of himself? | 25 τί γὰρ ὠφελεῖται ἄνθρωπος κερδήσας τὸν κόσμον ὅλον ἑαυτὸν δὲ ἀπολέσας ἢ ζημιωθείς; | |||
26 For whosoever shall have been ashamed of me and of my words, of him will the Son of man be ashamed when he shall come in his glory, and [in that] of the Father, and of the holy angels. | 26 ὃς γὰρ ἂν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους, τοῦτον ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται, ὅταν ἔλθῃ ἐν τῇ δόξῃ αὐτοῦ καὶ τοῦ πατρὸς καὶ τῶν ἁγίων ἀγγέλων. | |||
27 But I say unto you of a truth, There are some of those standing here who shall not taste death until they shall have seen the kingdom of God. | 27 λέγω δὲ ὑμῖν ἀληθῶς, εἰσίν τινες τῶν αὐτοῦ ἑστηκότων οἳ οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσιν τὴν βασιλείαν τοῦ θεοῦ. | |||
28 And it came to pass after these words, about eight days, that taking Peter and John and James he went up into a mountain to pray. | 28 ἐγένετο δὲ μετὰ τοὺς λόγους τούτους ὡσεὶ ἡμέραι ὀκτὼ [καὶ] παραλαβὼν πέτρον καὶ ἰωάννην καὶ ἰάκωβον ἀνέβη εἰς τὸ ὄρος προσεύξασθαι. | |||
29 And as he prayed the fashion of his countenance became different and his raiment white [and] effulgent. | 29 καὶ ἐγένετο ἐν τῶ προσεύχεσθαι αὐτὸν τὸ εἶδος τοῦ προσώπου αὐτοῦ ἕτερον καὶ ὁ ἱματισμὸς αὐτοῦ λευκὸς ἐξαστράπτων. | |||
30 And lo, two men talked with him, who were Moses and Elias, | 30 καὶ ἰδοὺ ἄνδρες δύο συνελάλουν αὐτῶ, οἵτινες ἦσαν μωϊσῆς καὶ ἠλίας, | |||
31 who, appearing in glory, spoke of his departure which he was about to accomplish in Jerusalem. | 31 οἳ ὀφθέντες ἐν δόξῃ ἔλεγον τὴν ἔξοδον αὐτοῦ ἣν ἤμελλεν πληροῦν ἐν ἰερουσαλήμ. | |||
32 But Peter and those with him were oppressed with sleep: but having fully awoke up they saw his glory, and the two men who stood with him. | 32 ὁ δὲ πέτρος καὶ οἱ σὺν αὐτῶ ἦσαν βεβαρημένοι ὕπνῳ· διαγρηγορήσαντες δὲ εἶδον τὴν δόξαν αὐτοῦ καὶ τοὺς δύο ἄνδρας τοὺς συνεστῶτας αὐτῶ. | |||
33 And it came to pass as they departed from him, Peter said to Jesus, Master, it is good for us to be here; and let us make three tabernacles, one for thee, and one for Moses, and one for Elias: not knowing what he said. | 33 καὶ ἐγένετο ἐν τῶ διαχωρίζεσθαι αὐτοὺς ἀπ᾽ αὐτοῦ εἶπεν ὁ πέτρος πρὸς τὸν ἰησοῦν, ἐπιστάτα, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι, καὶ ποιήσωμεν σκηνὰς τρεῖς, μίαν σοὶ καὶ μίαν μωϊσεῖ καὶ μίαν ἠλίᾳ, μὴ εἰδὼς ὃ λέγει. | |||
34 But as he was saying these things, there came a cloud and overshadowed them, and they feared as they entered into the cloud: | 34 ταῦτα δὲ αὐτοῦ λέγοντος ἐγένετο νεφέλη καὶ ἐπεσκίαζεν αὐτούς· ἐφοβήθησαν δὲ ἐν τῶ εἰσελθεῖν αὐτοὺς εἰς τὴν νεφέλην. | |||
35 and there was a voice out of the cloud saying, *This* is my beloved Son: hear him. | 35 καὶ φωνὴ ἐγένετο ἐκ τῆς νεφέλης λέγουσα, οὖτός ἐστιν ὁ υἱός μου ὁ ἐκλελεγμένος, αὐτοῦ ἀκούετε. | |||
36 And as the voice was [heard] Jesus was found alone: and *they* kept silence, and told no one in those days any of the things they had seen. | 36 καὶ ἐν τῶ γενέσθαι τὴν φωνὴν εὑρέθη ἰησοῦς μόνος. καὶ αὐτοὶ ἐσίγησαν καὶ οὐδενὶ ἀπήγγειλαν ἐν ἐκείναις ταῖς ἡμέραις οὐδὲν ὧν ἑώρακαν. | |||
37 And it came to pass on the following day, when they came down from the mountain, a great crowd met him. | 37 ἐγένετο δὲ τῇ ἑξῆς ἡμέρᾳ κατελθόντων αὐτῶν ἀπὸ τοῦ ὄρους συνήντησεν αὐτῶ ὄχλος πολύς. | |||
38 And lo, a man from the crowd cried out saying, Teacher, I beseech thee look upon my son, for he is mine only child: | 38 καὶ ἰδοὺ ἀνὴρ ἀπὸ τοῦ ὄχλου ἐβόησεν λέγων, διδάσκαλε, δέομαί σου ἐπιβλέψαι ἐπὶ τὸν υἱόν μου, ὅτι μονογενής μοί ἐστιν, | |||
39 and behold, a spirit takes him, and suddenly he cries out, and it tears him with foaming, and with difficulty departs from him after crushing him. | 39 καὶ ἰδοὺ πνεῦμα λαμβάνει αὐτόν, καὶ ἐξαίφνης κράζει, καὶ σπαράσσει αὐτὸν μετὰ ἀφροῦ καὶ μόγις ἀποχωρεῖ ἀπ᾽ αὐτοῦ συντρῖβον αὐτόν· | |||
40 And I besought thy disciples that they might cast him out, and they could not. | 40 καὶ ἐδεήθην τῶν μαθητῶν σου ἵνα ἐκβάλωσιν αὐτό, καὶ οὐκ ἠδυνήθησαν. | |||
41 And Jesus answering said, O unbelieving and perverted generation, how long shall I be with you and suffer you? Bring hither thy son. | 41 ἀποκριθεὶς δὲ ὁ ἰησοῦς εἶπεν, ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη, ἕως πότε ἔσομαι πρὸς ὑμᾶς καὶ ἀνέξομαι ὑμῶν; προσάγαγε ὧδε τὸν υἱόν σου. | |||
42 But as he was yet coming, the demon tore him and dragged him all together. And Jesus rebuked the unclean spirit, and healed the child and gave him back to his father. | 42 ἔτι δὲ προσερχομένου αὐτοῦ ἔρρηξεν αὐτὸν τὸ δαιμόνιον καὶ συνεσπάραξεν· ἐπετίμησεν δὲ ὁ ἰησοῦς τῶ πνεύματι τῶ ἀκαθάρτῳ, καὶ ἰάσατο τὸν παῖδα καὶ ἀπέδωκεν αὐτὸν τῶ πατρὶ αὐτοῦ. | |||
43 And all were astonished at the glorious greatness of God. And as all wondered at all the things which [Jesus] did, he said to his disciples, | 43 ἐξεπλήσσοντο δὲ πάντες ἐπὶ τῇ μεγαλειότητι τοῦ θεοῦ. πάντων δὲ θαυμαζόντων ἐπὶ πᾶσιν οἷς ἐποίει εἶπεν πρὸς τοὺς μαθητὰς αὐτοῦ, | |||
44 Do *ye* let these words sink into your ears. For the Son of man is about to be delivered into men's hands. | 44 θέσθε ὑμεῖς εἰς τὰ ὦτα ὑμῶν τοὺς λόγους τούτους, ὁ γὰρ υἱὸς τοῦ ἀνθρώπου μέλλει παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων. | |||
45 But they understood not this saying, and it was hid from them that they should not perceive it. And they feared to ask him concerning this saying. | 45 οἱ δὲ ἠγνόουν τὸ ῥῆμα τοῦτο, καὶ ἦν παρακεκαλυμμένον ἀπ᾽ αὐτῶν ἵνα μὴ αἴσθωνται αὐτό, καὶ ἐφοβοῦντο ἐρωτῆσαι αὐτὸν περὶ τοῦ ῥήματος τούτου. | |||
46 And a reasoning came in amongst them, who should be [the] greatest of them. | 46 εἰσῆλθεν δὲ διαλογισμὸς ἐν αὐτοῖς, τὸ τίς ἂν εἴη μείζων αὐτῶν. | |||
47 And Jesus, seeing the reasoning of their heart, having taken a little child set it by him, | 47 ὁ δὲ ἰησοῦς εἰδὼς τὸν διαλογισμὸν τῆς καρδίας αὐτῶν ἐπιλαβόμενος παιδίον ἔστησεν αὐτὸ παρ᾽ ἑαυτῶ, | |||
48 and said to them, Whosoever shall receive this little child in my name receives me, and whosoever shall receive me receives him that sent me. For he who is the least among you all, *he* is great. | 48 καὶ εἶπεν αὐτοῖς, ὃς ἐὰν δέξηται τοῦτο τὸ παιδίον ἐπὶ τῶ ὀνόματί μου ἐμὲ δέχεται, καὶ ὃς ἂν ἐμὲ δέξηται δέχεται τὸν ἀποστείλαντά με· ὁ γὰρ μικρότερος ἐν πᾶσιν ὑμῖν ὑπάρχων οὖτός ἐστιν μέγας. | |||
49 And John answering said, Master, we saw some one casting out demons in thy name, and we forbad him, because he follows not with us. | 49 ἀποκριθεὶς δὲ ἰωάννης εἶπεν, ἐπιστάτα, εἴδομέν τινα ἐν τῶ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια, καὶ ἐκωλύομεν αὐτὸν ὅτι οὐκ ἀκολουθεῖ μεθ᾽ ἡμῶν. | |||
50 And Jesus said to him, Forbid [him] not, for he that is not against you is for you. | 50 εἶπεν δὲ πρὸς αὐτὸν ὁ ἰησοῦς, μὴ κωλύετε, ὃς γὰρ οὐκ ἔστιν καθ᾽ ὑμῶν ὑπὲρ ὑμῶν ἐστιν. | |||
51 And it came to pass when the days of his receiving up were fulfilled, that *he* stedfastly set his face to go to Jerusalem. | 51 ἐγένετο δὲ ἐν τῶ συμπληροῦσθαι τὰς ἡμέρας τῆς ἀναλήμψεως αὐτοῦ καὶ αὐτὸς τὸ πρόσωπον ἐστήρισεν τοῦ πορεύεσθαι εἰς ἰερουσαλήμ, | |||
52 And he sent messengers before his face. And having gone they entered into a village of the Samaritans that they might make ready for him. | 52 καὶ ἀπέστειλεν ἀγγέλους πρὸ προσώπου αὐτοῦ. καὶ πορευθέντες εἰσῆλθον εἰς κώμην σαμαριτῶν, ὡς ἑτοιμάσαι αὐτῶ· | |||
53 And they did not receive him, because his face was [turned as] going to Jerusalem. | 53 καὶ οὐκ ἐδέξαντο αὐτόν, ὅτι τὸ πρόσωπον αὐτοῦ ἦν πορευόμενον εἰς ἰερουσαλήμ. | |||
54 And his disciples James and John seeing [it] said, Lord, wilt thou that we speak [that] fire come down from heaven and consume them, as also Elias did? | 54 ἰδόντες δὲ οἱ μαθηταὶ ἰάκωβος καὶ ἰωάννης εἶπαν, κύριε, θέλεις εἴπωμεν πῦρ καταβῆναι ἀπὸ τοῦ οὐρανοῦ καὶ ἀναλῶσαι αὐτούς; | |||
55 But turning he rebuked them [and said, Ye know not of what spirit ye are]. | 55 στραφεὶς δὲ ἐπετίμησεν αὐτοῖς. | |||
56 And they went to another village. | 56 καὶ ἐπορεύθησαν εἰς ἑτέραν κώμην. | |||
57 And it came to pass as they went in the way, one said to him, I will follow thee wheresoever thou goest, Lord. | 57 καὶ πορευομένων αὐτῶν ἐν τῇ ὁδῶ εἶπέν τις πρὸς αὐτόν, ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέρχῃ. | |||
58 And Jesus said to him, The foxes have holes and the birds of the heaven roosting-places, but the Son of man has not where he may lay his head. | 58 καὶ εἶπεν αὐτῶ ὁ ἰησοῦς, αἱ ἀλώπεκες φωλεοὺς ἔχουσιν καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις, ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ. | |||
59 And he said to another, Follow me. But he said, Lord, allow me to go first and bury my father. | 59 εἶπεν δὲ πρὸς ἕτερον, ἀκολούθει μοι. ὁ δὲ εἶπεν, [κύριε,] ἐπίτρεψόν μοι ἀπελθόντι πρῶτον θάψαι τὸν πατέρα μου. | |||
60 But Jesus said to him, Suffer the dead to bury their own dead, but do *thou* go and announce the kingdom of God. | 60 εἶπεν δὲ αὐτῶ, ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς, σὺ δὲ ἀπελθὼν διάγγελλε τὴν βασιλείαν τοῦ θεοῦ. | |||
61 And another also said, I will follow thee, Lord, but first allow me to bid adieu to those at my house. | 61 εἶπεν δὲ καὶ ἕτερος, ἀκολουθήσω σοι, κύριε· πρῶτον δὲ ἐπίτρεψόν μοι ἀποτάξασθαι τοῖς εἰς τὸν οἶκόν μου. | |||
62 But Jesus said to him, No one having laid his hand on [the] plough and looking back is fit for the kingdom of God. | 62 εἶπεν δὲ [πρὸς αὐτὸν] ὁ ἰησοῦς, οὐδεὶς ἐπιβαλὼν τὴν χεῖρα ἐπ᾽ ἄροτρον καὶ βλέπων εἰς τὰ ὀπίσω εὔθετός ἐστιν τῇ βασιλείᾳ τοῦ θεοῦ. | |||
Chapter 8 Bible Contents Chapter 10
Other chapters in Luke: 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24
Genres: Law History Wisdom Prophets Gospels Acts Epistles Apocalyptic
Or select another Bible translation:
Turn Parallel Languages Off
American Standard Version
Bible in Basic English
King James Version
Webster's Bible
World English Bible
Young's Literal Translation
Greek New Testament
Cover image by Freedom Studio / Shutterstock Koine Greek audio (in modern Greek pronunciation) narrated by Theo Karvounakis..