John 11 - Young's Literal Translation with Greek
Law History Wisdom Prophets Gospels Acts Epistles Apocalyptic
1 And there was a certain one ailing, Lazarus, from Bethany, of the village of Mary and Martha her sister -- | 1 ἦν δέ τις ἀσθενῶν, λάζαρος ἀπὸ βηθανίας, ἐκ τῆς κώμης μαρίας καὶ μάρθας τῆς ἀδελφῆς αὐτῆς. | |||
2 and it was Mary who did anoint the Lord with ointment, and did wipe his feet with her hair, whose brother Lazarus was ailing -- | 2 ἦν δὲ μαριὰμ ἡ ἀλείψασα τὸν κύριον μύρῳ καὶ ἐκμάξασα τοὺς πόδας αὐτοῦ ταῖς θριξὶν αὐτῆς, ἧς ὁ ἀδελφὸς λάζαρος ἠσθένει. | |||
3 therefore sent the sisters unto him, saying, `Sir, lo, he whom thou dost love is ailing;' | 3 ἀπέστειλαν οὗν αἱ ἀδελφαὶ πρὸς αὐτὸν λέγουσαι, κύριε, ἴδε ὃν φιλεῖς ἀσθενεῖ. | |||
4 and Jesus having heard, said, `This ailment is not unto death, but for the glory of God, that the Son of God may be glorified through it.' | 4 ἀκούσας δὲ ὁ ἰησοῦς εἶπεν, αὕτη ἡ ἀσθένεια οὐκ ἔστιν πρὸς θάνατον ἀλλ᾽ ὑπὲρ τῆς δόξης τοῦ θεοῦ, ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ θεοῦ δι᾽ αὐτῆς. | |||
5 And Jesus was loving Martha, and her sister, and Lazarus, | 5 ἠγάπα δὲ ὁ ἰησοῦς τὴν μάρθαν καὶ τὴν ἀδελφὴν αὐτῆς καὶ τὸν λάζαρον. | |||
6 when, therefore, he heard that he is ailing, then indeed he remained in the place in which he was two days, | 6 ὡς οὗν ἤκουσεν ὅτι ἀσθενεῖ, τότε μὲν ἔμεινεν ἐν ᾧ ἦν τόπῳ δύο ἡμέρας· | |||
7 then after this, he saith to the disciples, `We may go to Judea again;' | 7 ἔπειτα μετὰ τοῦτο λέγει τοῖς μαθηταῖς, ἄγωμεν εἰς τὴν ἰουδαίαν πάλιν. | |||
8 the disciples say to him, `Rabbi, now were the Jews seeking to stone thee, and again thou dost go thither!' | 8 λέγουσιν αὐτῶ οἱ μαθηταί, ῥαββί, νῦν ἐζήτουν σε λιθάσαι οἱ ἰουδαῖοι, καὶ πάλιν ὑπάγεις ἐκεῖ; | |||
9 Jesus answered, `Are there not twelve hours in the day? if any one may walk in the day, he doth not stumble, because the light of this world he doth see; | 9 ἀπεκρίθη ἰησοῦς, οὐχὶ δώδεκα ὧραί εἰσιν τῆς ἡμέρας; ἐάν τις περιπατῇ ἐν τῇ ἡμέρᾳ, οὐ προσκόπτει, ὅτι τὸ φῶς τοῦ κόσμου τούτου βλέπει· | |||
10 and if any one may walk in the night, he stumbleth, because the light is not in him.' | 10 ἐὰν δέ τις περιπατῇ ἐν τῇ νυκτί, προσκόπτει, ὅτι τὸ φῶς οὐκ ἔστιν ἐν αὐτῶ. | |||
11 These things he said, and after this he saith to them, `Lazarus our friend hath fallen asleep, but I go on that I may awake him;' | 11 ταῦτα εἶπεν, καὶ μετὰ τοῦτο λέγει αὐτοῖς, λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται, ἀλλὰ πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν. | |||
12 therefore said his disciples, `Sir, if he hath fallen asleep, he will be saved;' | 12 εἶπαν οὗν οἱ μαθηταὶ αὐτῶ, κύριε, εἰ κεκοίμηται σωθήσεται. | |||
13 but Jesus had spoken about his death, but they thought that about the repose of sleep he speaketh. | 13 εἰρήκει δὲ ὁ ἰησοῦς περὶ τοῦ θανάτου αὐτοῦ. ἐκεῖνοι δὲ ἔδοξαν ὅτι περὶ τῆς κοιμήσεως τοῦ ὕπνου λέγει. | |||
14 Then, therefore, Jesus said to them freely, `Lazarus hath died; | 14 τότε οὗν εἶπεν αὐτοῖς ὁ ἰησοῦς παρρησίᾳ, λάζαρος ἀπέθανεν, | |||
15 and I rejoice, for your sake, (that ye may believe,) that I was not there; but we may go to him;' | 15 καὶ χαίρω δι᾽ ὑμᾶς, ἵνα πιστεύσητε, ὅτι οὐκ ἤμην ἐκεῖ· ἀλλὰ ἄγωμεν πρὸς αὐτόν. | |||
16 therefore said Thomas, who is called Didymus, to the fellow-disciples, `We may go -- we also, that we may die with him,' | 16 εἶπεν οὗν θωμᾶς ὁ λεγόμενος δίδυμος τοῖς συμμαθηταῖς, ἄγωμεν καὶ ἡμεῖς ἵνα ἀποθάνωμεν μετ᾽ αὐτοῦ. | |||
17 Jesus, therefore, having come, found him having been four days already in the tomb. | 17 ἐλθὼν οὗν ὁ ἰησοῦς εὖρεν αὐτὸν τέσσαρας ἤδη ἡμέρας ἔχοντα ἐν τῶ μνημείῳ. | |||
18 And Bethany was nigh to Jerusalem, about fifteen furlongs off, | 18 ἦν δὲ ἡ βηθανία ἐγγὺς τῶν ἱεροσολύμων ὡς ἀπὸ σταδίων δεκαπέντε. | |||
19 and many of the Jews had come unto Martha and Mary, that they might comfort them concerning their brother; | 19 πολλοὶ δὲ ἐκ τῶν ἰουδαίων ἐληλύθεισαν πρὸς τὴν μάρθαν καὶ μαριὰμ ἵνα παραμυθήσωνται αὐτὰς περὶ τοῦ ἀδελφοῦ. | |||
20 Martha, therefore, when she heard that Jesus doth come, met him, and Mary kept sitting in the house. | 20 ἡ οὗν μάρθα ὡς ἤκουσεν ὅτι ἰησοῦς ἔρχεται ὑπήντησεν αὐτῶ· μαριὰμ δὲ ἐν τῶ οἴκῳ ἐκαθέζετο. | |||
21 Martha, therefore, said unto Jesus, `Sir, if thou hadst been here, my brother had not died; | 21 εἶπεν οὗν ἡ μάρθα πρὸς τὸν ἰησοῦν, κύριε, εἰ ἦς ὧδε οὐκ ἂν ἀπέθανεν ὁ ἀδελφός μου· | |||
22 but even now, I have known that whatever thou mayest ask of God, God will give to thee;' | 22 [ἀλλὰ] καὶ νῦν οἶδα ὅτι ὅσα ἂν αἰτήσῃ τὸν θεὸν δώσει σοι ὁ θεός. | |||
23 Jesus saith to her, `Thy brother shall rise again.' | 23 λέγει αὐτῇ ὁ ἰησοῦς, ἀναστήσεται ὁ ἀδελφός σου. | |||
24 Martha saith to him, `I have known that he will rise again, in the rising again in the last day;' | 24 λέγει αὐτῶ ἡ μάρθα, οἶδα ὅτι ἀναστήσεται ἐν τῇ ἀναστάσει ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. | |||
25 Jesus said to her, `I am the rising again, and the life; he who is believing in me, even if he may die, shall live; | 25 εἶπεν αὐτῇ ὁ ἰησοῦς, ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή· ὁ πιστεύων εἰς ἐμὲ κἂν ἀποθάνῃ ζήσεται, | |||
26 and every one who is living and believing in me shall not die -- to the age; | 26 καὶ πᾶς ὁ ζῶν καὶ πιστεύων εἰς ἐμὲ οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα· πιστεύεις τοῦτο; | |||
27 believest thou this?' she saith to him, `Yes, sir, I have believed that thou art the Christ, the Son of God, who is coming to the world.' | 27 λέγει αὐτῶ, ναί, κύριε· ἐγὼ πεπίστευκα ὅτι σὺ εἶ ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ ὁ εἰς τὸν κόσμον ἐρχόμενος. | |||
28 And these things having said, she went away, and called Mary her sister privately, saying, `The Teacher is present, and doth call thee;' | 28 καὶ τοῦτο εἰποῦσα ἀπῆλθεν καὶ ἐφώνησεν μαριὰμ τὴν ἀδελφὴν αὐτῆς λάθρᾳ εἰποῦσα, ὁ διδάσκαλος πάρεστιν καὶ φωνεῖ σε. | |||
29 she, when she heard, riseth up quickly, and doth come to him; | 29 ἐκείνη δὲ ὡς ἤκουσεν ἠγέρθη ταχὺ καὶ ἤρχετο πρὸς αὐτόν· | |||
30 and Jesus had not yet come to the village, but was in the place where Martha met him; | 30 οὔπω δὲ ἐληλύθει ὁ ἰησοῦς εἰς τὴν κώμην, ἀλλ᾽ ἦν ἔτι ἐν τῶ τόπῳ ὅπου ὑπήντησεν αὐτῶ ἡ μάρθα. | |||
31 the Jews, therefore, who were with her in the house, and were comforting her, having seen Mary that she rose up quickly and went forth, followed her, saying -- `She doth go away to the tomb, that she may weep there.' | 31 οἱ οὗν ἰουδαῖοι οἱ ὄντες μετ᾽ αὐτῆς ἐν τῇ οἰκίᾳ καὶ παραμυθούμενοι αὐτήν, ἰδόντες τὴν μαριὰμ ὅτι ταχέως ἀνέστη καὶ ἐξῆλθεν, ἠκολούθησαν αὐτῇ, δόξαντες ὅτι ὑπάγει εἰς τὸ μνημεῖον ἵνα κλαύσῃ ἐκεῖ. | |||
32 Mary, therefore, when she came where Jesus was, having seen him, fell at his feet, saying to him, `Sir, if thou hadst been here, my brother had not died;' | 32 ἡ οὗν μαριὰμ ὡς ἦλθεν ὅπου ἦν ἰησοῦς ἰδοῦσα αὐτὸν ἔπεσεν αὐτοῦ πρὸς τοὺς πόδας, λέγουσα αὐτῶ, κύριε, εἰ ἦς ὧδε οὐκ ἄν μου ἀπέθανεν ὁ ἀδελφός. | |||
33 Jesus, therefore, when he saw her weeping, and the Jews who came with her weeping, did groan in the spirit, and troubled himself, and he said, | 33 ἰησοῦς οὗν ὡς εἶδεν αὐτὴν κλαίουσαν καὶ τοὺς συνελθόντας αὐτῇ ἰουδαίους κλαίοντας, ἐνεβριμήσατο τῶ πνεύματι καὶ ἐτάραξεν ἑαυτόν, | |||
34 `Where have ye laid him?' they say to him, `Sir, come and see;' | 34 καὶ εἶπεν, ποῦ τεθείκατε αὐτόν; λέγουσιν αὐτῶ, κύριε, ἔρχου καὶ ἴδε. | |||
35 Jesus wept. | 35 ἐδάκρυσεν ὁ ἰησοῦς. | |||
36 The Jews, therefore, said, `Lo, how he was loving him!' | 36 ἔλεγον οὗν οἱ ἰουδαῖοι, ἴδε πῶς ἐφίλει αὐτόν. | |||
37 and certain of them said, `Was not this one, who did open the eyes of the blind man, able to cause that also this one might not have died?' | 37 τινὲς δὲ ἐξ αὐτῶν εἶπαν, οὐκ ἐδύνατο οὖτος ὁ ἀνοίξας τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ ποιῆσαι ἵνα καὶ οὖτος μὴ ἀποθάνῃ; | |||
38 Jesus, therefore, again groaning in himself, cometh to the tomb, and it was a cave, and a stone was lying upon it, | 38 ἰησοῦς οὗν πάλιν ἐμβριμώμενος ἐν ἑαυτῶ ἔρχεται εἰς τὸ μνημεῖον· ἦν δὲ σπήλαιον, καὶ λίθος ἐπέκειτο ἐπ᾽ αὐτῶ. | |||
39 Jesus saith, `Take ye away the stone;' the sister of him who hath died -- Martha -- saith to him, `Sir, already he stinketh, for he is four days dead;' | 39 λέγει ὁ ἰησοῦς, ἄρατε τὸν λίθον. λέγει αὐτῶ ἡ ἀδελφὴ τοῦ τετελευτηκότος μάρθα, κύριε, ἤδη ὄζει, τεταρταῖος γάρ ἐστιν. | |||
40 Jesus saith to her, `Said I not to thee, that if thou mayest believe, thou shalt see the glory of God?' | 40 λέγει αὐτῇ ὁ ἰησοῦς, οὐκ εἶπόν σοι ὅτι ἐὰν πιστεύσῃς ὄψῃ τὴν δόξαν τοῦ θεοῦ; | |||
41 They took away, therefore, the stone where the dead was laid, and Jesus lifted his eyes upwards, and said, `Father, I thank Thee, that Thou didst hear me; | 41 ἦραν οὗν τὸν λίθον. ὁ δὲ ἰησοῦς ἦρεν τοὺς ὀφθαλμοὺς ἄνω καὶ εἶπεν, πάτερ, εὐχαριστῶ σοι ὅτι ἤκουσάς μου. | |||
42 and I knew that Thou always dost hear me, but, because of the multitude that is standing by, I said `it', that they may believe that Thou didst send me.' | 42 ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις· ἀλλὰ διὰ τὸν ὄχλον τὸν περιεστῶτα εἶπον, ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας. | |||
43 And these things saying, with a loud voice he cried out, `Lazarus, come forth;' | 43 καὶ ταῦτα εἰπὼν φωνῇ μεγάλῃ ἐκραύγασεν, λάζαρε, δεῦρο ἔξω. | |||
44 and he who died came forth, being bound feet and hands with grave-clothes, and his visage with a napkin was bound about; Jesus saith to them, `Loose him, and suffer to go.' | 44 ἐξῆλθεν ὁ τεθνηκὼς δεδεμένος τοὺς πόδας καὶ τὰς χεῖρας κειρίαις, καὶ ἡ ὄψις αὐτοῦ σουδαρίῳ περιεδέδετο. λέγει αὐτοῖς ὁ ἰησοῦς, λύσατε αὐτὸν καὶ ἄφετε αὐτὸν ὑπάγειν. | |||
45 Many, therefore, of the Jews who came unto Mary, and beheld what Jesus did, believed in him; | 45 πολλοὶ οὗν ἐκ τῶν ἰουδαίων, οἱ ἐλθόντες πρὸς τὴν μαριὰμ καὶ θεασάμενοι ἃ ἐποίησεν, ἐπίστευσαν εἰς αὐτόν· | |||
46 but certain of them went away unto the Pharisees, and told them what Jesus did; | 46 τινὲς δὲ ἐξ αὐτῶν ἀπῆλθον πρὸς τοὺς φαρισαίους καὶ εἶπαν αὐτοῖς ἃ ἐποίησεν ἰησοῦς. | |||
47 the chief priests, therefore, and the Pharisees, gathered together a sanhedrim, and said, `What may we do? because this man doth many signs? | 47 συνήγαγον οὗν οἱ ἀρχιερεῖς καὶ οἱ φαρισαῖοι συνέδριον, καὶ ἔλεγον, τί ποιοῦμεν, ὅτι οὖτος ὁ ἄνθρωπος πολλὰ ποιεῖ σημεῖα; | |||
48 if we may let him alone thus, all will believe in him; and the Romans will come, and will take away both our place and nation.' | 48 ἐὰν ἀφῶμεν αὐτὸν οὕτως, πάντες πιστεύσουσιν εἰς αὐτόν, καὶ ἐλεύσονται οἱ ῥωμαῖοι καὶ ἀροῦσιν ἡμῶν καὶ τὸν τόπον καὶ τὸ ἔθνος. | |||
49 and a certain one of them, Caiaphas, being chief priest of that year, said to them, `Ye have not known anything, | 49 εἷς δέ τις ἐξ αὐτῶν καϊάφας, ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου, εἶπεν αὐτοῖς, ὑμεῖς οὐκ οἴδατε οὐδέν, | |||
50 nor reason that it is good for us that one man may die for the people, and not the whole nation perish.' | 50 οὐδὲ λογίζεσθε ὅτι συμφέρει ὑμῖν ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται. | |||
51 And this he said not of himself, but being chief priest of that year, he did prophesy that Jesus was about to die for the nation, | 51 τοῦτο δὲ ἀφ᾽ ἑαυτοῦ οὐκ εἶπεν, ἀλλὰ ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου ἐπροφήτευσεν ὅτι ἔμελλεν ἰησοῦς ἀποθνῄσκειν ὑπὲρ τοῦ ἔθνους, | |||
52 and not for the nation only, but that also the children of God, who have been scattered abroad, he may gather together into one. | 52 καὶ οὐχ ὑπὲρ τοῦ ἔθνους μόνον ἀλλ᾽ ἵνα καὶ τὰ τέκνα τοῦ θεοῦ τὰ διεσκορπισμένα συναγάγῃ εἰς ἕν. | |||
53 From that day, therefore, they took counsel together that they may kill him; | 53 ἀπ᾽ ἐκείνης οὗν τῆς ἡμέρας ἐβουλεύσαντο ἵνα ἀποκτείνωσιν αὐτόν. | |||
54 Jesus, therefore, was no more freely walking among the Jews, but went away thence to the region nigh the wilderness, to a city called Ephraim, and there he tarried with his disciples. | 54 ὁ οὗν ἰησοῦς οὐκέτι παρρησίᾳ περιεπάτει ἐν τοῖς ἰουδαίοις, ἀλλὰ ἀπῆλθεν ἐκεῖθεν εἰς τὴν χώραν ἐγγὺς τῆς ἐρήμου, εἰς ἐφραὶμ λεγομένην πόλιν, κἀκεῖ ἔμεινεν μετὰ τῶν μαθητῶν. | |||
55 And the passover of the Jews was nigh, and many went up to Jerusalem out of the country before the passover, that they might purify themselves; | 55 ἦν δὲ ἐγγὺς τὸ πάσχα τῶν ἰουδαίων, καὶ ἀνέβησαν πολλοὶ εἰς ἱεροσόλυμα ἐκ τῆς χώρας πρὸ τοῦ πάσχα ἵνα ἁγνίσωσιν ἑαυτούς. | |||
56 they were seeking, therefore, Jesus, and said one with another, standing in the temple, `What doth appear to you -- that he may not come to the feast?' | 56 ἐζήτουν οὗν τὸν ἰησοῦν καὶ ἔλεγον μετ᾽ ἀλλήλων ἐν τῶ ἱερῶ ἑστηκότες, τί δοκεῖ ὑμῖν; ὅτι οὐ μὴ ἔλθῃ εἰς τὴν ἑορτήν; | |||
57 and both the chief priests and the Pharisees had given a command, that if any one may know where he is, he may shew `it', so that they may seize him. | 57 δεδώκεισαν δὲ οἱ ἀρχιερεῖς καὶ οἱ φαρισαῖοι ἐντολὰς ἵνα ἐάν τις γνῶ ποῦ ἐστιν μηνύσῃ, ὅπως πιάσωσιν αὐτόν. | |||
Chapter 10 Bible Contents Chapter 12
Other chapters in John: 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21
Genres: Law History Wisdom Prophets Gospels Acts Epistles Apocalyptic
Or select another Bible translation:
Turn Parallel Languages Off
American Standard Version
Bible in Basic English
Darby English Bible
King James Version
Webster's Bible
World English Bible
Greek New Testament
Cover image by Freedom Studio / Shutterstock Koine Greek audio (in modern Greek pronunciation) narrated by Theo Karvounakis..