John 7 - King James Version with Greek
Law History Wisdom Prophets Gospels Acts Epistles Apocalyptic
1 After these things Jesus walked in Galilee: for he would not walk in Jewry, because the Jews sought to kill him. | 1 καὶ μετὰ ταῦτα περιεπάτει ὁ ἰησοῦς ἐν τῇ γαλιλαίᾳ· οὐ γὰρ ἤθελεν ἐν τῇ ἰουδαίᾳ περιπατεῖν, ὅτι ἐζήτουν αὐτὸν οἱ ἰουδαῖοι ἀποκτεῖναι. | |
2 Now the Jew's feast of tabernacles was at hand. | 2 ἦν δὲ ἐγγὺς ἡ ἑορτὴ τῶν ἰουδαίων ἡ σκηνοπηγία. | |
3 His brethren therefore said unto him, Depart hence, and go into Judaea, that thy disciples also may see the works that thou doest. | 3 εἶπον οὗν πρὸς αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ, μετάβηθι ἐντεῦθεν καὶ ὕπαγε εἰς τὴν ἰουδαίαν, ἵνα καὶ οἱ μαθηταί σου θεωρήσουσιν σοῦ τὰ ἔργα ἃ ποιεῖς· | |
4 For there is no man that doeth any thing in secret, and he himself seeketh to be known openly. If thou do these things, shew thyself to the world. | 4 οὐδεὶς γάρ τι ἐν κρυπτῶ ποιεῖ καὶ ζητεῖ αὐτὸς ἐν παρρησίᾳ εἶναι. εἰ ταῦτα ποιεῖς, φανέρωσον σεαυτὸν τῶ κόσμῳ. | |
5 For neither did his brethren believe in him. | 5 οὐδὲ γὰρ οἱ ἀδελφοὶ αὐτοῦ ἐπίστευον εἰς αὐτόν. | |
6 Then Jesus said unto them, My time is not yet come: but your time is alway ready. | 6 λέγει οὗν αὐτοῖς ὁ ἰησοῦς, ὁ καιρὸς ὁ ἐμὸς οὔπω πάρεστιν, ὁ δὲ καιρὸς ὁ ὑμέτερος πάντοτέ ἐστιν ἕτοιμος. | |
7 The world cannot hate you; but me it hateth, because I testify of it, that the works thereof are evil. | 7 οὐ δύναται ὁ κόσμος μισεῖν ὑμᾶς, ἐμὲ δὲ μισεῖ, ὅτι ἐγὼ μαρτυρῶ περὶ αὐτοῦ ὅτι τὰ ἔργα αὐτοῦ πονηρά ἐστιν. | |
8 Go ye up unto this feast: I go not up yet unto this feast: for my time is not yet full come. | 8 ὑμεῖς ἀνάβητε εἰς τὴν ἑορτήν· ἐγὼ οὐκ ἀναβαίνω εἰς τὴν ἑορτὴν ταύτην, ὅτι ὁ ἐμὸς καιρὸς οὔπω πεπλήρωται. | |
9 When he had said these words unto them, he abode still in Galilee. | 9 ταῦτα δὲ εἰπὼν αὐτὸς ἔμεινεν ἐν τῇ γαλιλαίᾳ. | |
10 But when his brethren were gone up, then went he also up unto the feast, not openly, but as it were in secret. | 10 ὡς δὲ ἀνέβησαν οἱ ἀδελφοὶ αὐτοῦ εἰς τὴν ἑορτήν, τότε καὶ αὐτὸς ἀνέβη, οὐ φανερῶς ἀλλὰ [ὡς] ἐν κρυπτῶ. | |
11 Then the Jews sought him at the feast, and said, Where is he? | 11 οἱ οὗν ἰουδαῖοι ἐζήτουν αὐτὸν ἐν τῇ ἑορτῇ καὶ ἔλεγον, ποῦ ἐστιν ἐκεῖνος; | |
12 And there was much murmuring among the people concerning him: for some said, He is a good man: others said, Nay; but he deceiveth the people. | 12 καὶ γογγυσμὸς περὶ αὐτοῦ ἦν πολὺς ἐν τοῖς ὄχλοις· οἱ μὲν ἔλεγον ὅτι ἀγαθός ἐστιν, ἄλλοι [δὲ] ἔλεγον, οὔ, ἀλλὰ πλανᾷ τὸν ὄχλον. | |
13 Howbeit no man spake openly of him for fear of the Jews. | 13 οὐδεὶς μέντοι παρρησίᾳ ἐλάλει περὶ αὐτοῦ διὰ τὸν φόβον τῶν ἰουδαίων. | |
14 Now about the midst of the feast Jesus went up into the temple, and taught. | 14 ἤδη δὲ τῆς ἑορτῆς μεσούσης ἀνέβη ἰησοῦς εἰς τὸ ἱερὸν καὶ ἐδίδασκεν. | |
15 And the Jews marvelled, saying, How knoweth this man letters, having never learned? | 15 ἐθαύμαζον οὗν οἱ ἰουδαῖοι λέγοντες, πῶς οὖτος γράμματα οἶδεν μὴ μεμαθηκώς; | |
16 Jesus answered them, and said, My doctrine is not mine, but his that sent me. | 16 ἀπεκρίθη οὗν αὐτοῖς [ὁ] ἰησοῦς καὶ εἶπεν, ἡ ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμὴ ἀλλὰ τοῦ πέμψαντός με· | |
17 If any man will do his will, he shall know of the doctrine, whether it be of God, or whether I speak of myself. | 17 ἐάν τις θέλῃ τὸ θέλημα αὐτοῦ ποιεῖν, γνώσεται περὶ τῆς διδαχῆς πότερον ἐκ τοῦ θεοῦ ἐστιν ἢ ἐγὼ ἀπ᾽ ἐμαυτοῦ λαλῶ. | |
18 He that speaketh of himself seeketh his own glory: but he that seeketh his glory that sent him, the same is true, and no unrighteousness is in him. | 18 ὁ ἀφ᾽ ἑαυτοῦ λαλῶν τὴν δόξαν τὴν ἰδίαν ζητεῖ· ὁ δὲ ζητῶν τὴν δόξαν τοῦ πέμψαντος αὐτόν, οὖτος ἀληθής ἐστιν καὶ ἀδικία ἐν αὐτῶ οὐκ ἔστιν. | |
19 Did not Moses give you the law, and yet none of you keepeth the law? Why go ye about to kill me? | 19 οὐ μωϊσῆς δέδωκεν ὑμῖν τὸν νόμον; καὶ οὐδεὶς ἐξ ὑμῶν ποιεῖ τὸν νόμον. τί με ζητεῖτε ἀποκτεῖναι; | |
20 The people answered and said, Thou hast a devil: who goeth about to kill thee? | 20 ἀπεκρίθη ὁ ὄχλος, δαιμόνιον ἔχεις· τίς σε ζητεῖ ἀποκτεῖναι; | |
21 Jesus answered and said unto them, I have done one work, and ye all marvel. | 21 ἀπεκρίθη ἰησοῦς καὶ εἶπεν αὐτοῖς, ἓν ἔργον ἐποίησα καὶ πάντες θαυμάζετε. | |
22 Moses therefore gave unto you circumcision; (not because it is of Moses, but of the fathers;) and ye on the sabbath day circumcise a man. | 22 διὰ τοῦτο μωϊσῆς δέδωκεν ὑμῖν τὴν περιτομήν _ οὐχ ὅτι ἐκ τοῦ μωϊσέως ἐστὶν ἀλλ᾽ ἐκ τῶν πατέρων _ καὶ ἐν σαββάτῳ περιτέμνετε ἄνθρωπον. | |
23 If a man on the sabbath day receive circumcision, that the law of Moses should not be broken; are ye angry at me, because I have made a man every whit whole on the sabbath day? | 23 εἰ περιτομὴν λαμβάνει ἄνθρωπος ἐν σαββάτῳ ἵνα μὴ λυθῇ ὁ νόμος μωϊσέως, ἐμοὶ χολᾶτε ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν σαββάτῳ; | |
24 Judge not according to the appearance, but judge righteous judgment. | 24 μὴ κρίνετε κατ᾽ ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνετε. | |
25 Then said some of them of Jerusalem, Is not this he, whom they seek to kill? | 25 ἔλεγον οὗν τινες ἐκ τῶν ἱεροσολυμιτῶν, οὐχ οὖτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι; | |
26 But, lo, he speaketh boldly, and they say nothing unto him. Do the rulers know indeed that this is the very Christ? | 26 καὶ ἴδε παρρησίᾳ λαλεῖ καὶ οὐδὲν αὐτῶ λέγουσιν. μήποτε ἀληθῶς ἔγνωσαν οἱ ἄρχοντες ὅτι οὖτός ἐστιν ὁ χριστός; | |
27 Howbeit we know this man whence he is: but when Christ cometh, no man knoweth whence he is. | 27 ἀλλὰ τοῦτον οἴδαμεν πόθεν ἐστίν· ὁ δὲ χριστὸς ὅταν ἔρχηται οὐδεὶς γινώσκει πόθεν ἐστίν. | |
28 Then cried Jesus in the temple as he taught, saying, Ye both know me, and ye know whence I am: and I am not come of myself, but he that sent me is true, whom ye know not. | 28 ἔκραξεν οὗν ἐν τῶ ἱερῶ διδάσκων ὁ ἰησοῦς καὶ λέγων, κἀμὲ οἴδατε καὶ οἴδατε πόθεν εἰμί· καὶ ἀπ᾽ ἐμαυτοῦ οὐκ ἐλήλυθα, ἀλλ᾽ ἔστιν ἀληθινὸς ὁ πέμψας με, ὃν ὑμεῖς οὐκ οἴδατε· | |
29 But I know him: for I am from him, and he hath sent me. | 29 ἐγὼ οἶδα αὐτόν, ὅτι παρ᾽ αὐτοῦ εἰμι κἀκεῖνός με ἀπέστειλεν. | |
30 Then they sought to take him: but no man laid hands on him, because his hour was not yet come. | 30 ἐζήτουν οὗν αὐτὸν πιάσαι, καὶ οὐδεὶς ἐπέβαλεν ἐπ᾽ αὐτὸν τὴν χεῖρα, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ. | |
31 And many of the people believed on him, and said, When Christ cometh, will he do more miracles than these which this man hath done? | 31 ἐκ τοῦ ὄχλου δὲ πολλοὶ ἐπίστευσαν εἰς αὐτόν, καὶ ἔλεγον, ὁ χριστὸς ὅταν ἔλθῃ μὴ πλείονα σημεῖα ποιήσει ὧν οὖτος ἐποίησεν; | |
32 The Pharisees heard that the people murmured such things concerning him; and the Pharisees and the chief priests sent officers to take him. | 32 ἤκουσαν οἱ φαρισαῖοι τοῦ ὄχλου γογγύζοντος περὶ αὐτοῦ ταῦτα, καὶ ἀπέστειλαν οἱ ἀρχιερεῖς καὶ οἱ φαρισαῖοι ὑπηρέτας ἵνα πιάσωσιν αὐτόν. | |
33 Then said Jesus unto them, Yet a little while am I with you, and then I go unto him that sent me. | 33 εἶπεν οὗν ὁ ἰησοῦς, ἔτι χρόνον μικρὸν μεθ᾽ ὑμῶν εἰμι καὶ ὑπάγω πρὸς τὸν πέμψαντά με. | |
34 Ye shall seek me, and shall not find me: and where I am, thither ye cannot come. | 34 ζητήσετέ με καὶ οὐχ εὑρήσετέ [με], καὶ ὅπου εἰμὶ ἐγὼ ὑμεῖς οὐ δύνασθε ἐλθεῖν. | |
35 Then said the Jews among themselves, Whither will he go, that we shall not find him? will he go unto the dispersed among the Gentiles, and teach the Gentiles? | 35 εἶπον οὗν οἱ ἰουδαῖοι πρὸς ἑαυτούς, ποῦ οὖτος μέλλει πορεύεσθαι ὅτι ἡμεῖς οὐχ εὑρήσομεν αὐτόν; μὴ εἰς τὴν διασπορὰν τῶν ἑλλήνων μέλλει πορεύεσθαι καὶ διδάσκειν τοὺς ἕλληνας; | |
36 What manner of saying is this that he said, Ye shall seek me, and shall not find me: and where I am, thither ye cannot come? | 36 τίς ἐστιν ὁ λόγος οὖτος ὃν εἶπεν, ζητήσετέ με καὶ οὐχ εὑρήσετέ [με], καὶ ὅπου εἰμὶ ἐγὼ ὑμεῖς οὐ δύνασθε ἐλθεῖν; | |
37 In the last day, that great day of the feast, Jesus stood and cried, saying, If any man thirst, let him come unto me, and drink. | 37 ἐν δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς εἱστήκει ὁ ἰησοῦς καὶ ἔκραξεν λέγων, ἐάν τις διψᾷ ἐρχέσθω πρός με καὶ πινέτω. | |
38 He that believeth on me, as the scripture hath said, out of his belly shall flow rivers of living water. | 38 ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. | |
39 (But this spake he of the Spirit, which they that believe on him should receive: for the Holy Ghost was not yet given; because that Jesus was not yet glorified.) | 39 τοῦτο δὲ εἶπεν περὶ τοῦ πνεύματος ὃ ἔμελλον λαμβάνειν οἱ πιστεύσαντες εἰς αὐτόν· οὔπω γὰρ ἦν πνεῦμα, ὅτι ἰησοῦς οὐδέπω ἐδοξάσθη. | |
40 Many of the people therefore, when they heard this saying, said, Of a truth this is the Prophet. | 40 ἐκ τοῦ ὄχλου οὗν ἀκούσαντες τῶν λόγων τούτων ἔλεγον, οὖτός ἐστιν ἀληθῶς ὁ προφήτης· | |
41 Others said, This is the Christ. But some said, Shall Christ come out of Galilee? | 41 ἄλλοι ἔλεγον, οὖτός ἐστιν ὁ χριστός· οἱ δὲ ἔλεγον, μὴ γὰρ ἐκ τῆς γαλιλαίας ὁ χριστὸς ἔρχεται; | |
42 Hath not the scripture said, That Christ cometh of the seed of David, and out of the town of Bethlehem, where David was? | 42 οὐχ ἡ γραφὴ εἶπεν ὅτι ἐκ τοῦ σπέρματος δαυίδ, καὶ ἀπὸ βηθλέεμ τῆς κώμης ὅπου ἦν δαυίδ, ἔρχεται ὁ χριστὸς; | |
43 So there was a division among the people because of him. | 43 σχίσμα οὗν ἐγένετο ἐν τῶ ὄχλῳ δι᾽ αὐτόν. | |
44 And some of them would have taken him; but no man laid hands on him. | 44 τινὲς δὲ ἤθελον ἐξ αὐτῶν πιάσαι αὐτόν, ἀλλ᾽ οὐδεὶς ἐπέβαλεν ἐπ᾽ αὐτὸν τὰς χεῖρας. | |
45 Then came the officers to the chief priests and Pharisees; and they said unto them, Why have ye not brought him? | 45 ἦλθον οὗν οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ φαρισαίους, καὶ εἶπον αὐτοῖς ἐκεῖνοι, διὰ τί οὐκ ἠγάγετε αὐτόν; | |
46 The officers answered, Never man spake like this man. | 46 ἀπεκρίθησαν οἱ ὑπηρέται, οὐδέποτε ἐλάλησεν οὕτως ἄνθρωπος. | |
47 Then answered them the Pharisees, Are ye also deceived? | 47 ἀπεκρίθησαν οὗν αὐτοῖς οἱ φαρισαῖοι, μὴ καὶ ὑμεῖς πεπλάνησθε; | |
48 Have any of the rulers or of the Pharisees believed on him? | 48 μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτὸν ἢ ἐκ τῶν φαρισαίων; | |
49 But this people who knoweth not the law are cursed. | 49 ἀλλὰ ὁ ὄχλος οὖτος ὁ μὴ γινώσκων τὸν νόμον ἐπάρατοί εἰσιν. | |
50 Nicodemus saith unto them, (he that came to Jesus by night, being one of them,) | 50 λέγει νικόδημος πρὸς αὐτούς, ὁ ἐλθὼν πρὸς αὐτὸν [τὸ] πρότερον, εἷς ὢν ἐξ αὐτῶν, | |
51 Doth our law judge any man, before it hear him, and know what he doeth? | 51 μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον ἐὰν μὴ ἀκούσῃ πρῶτον παρ᾽ αὐτοῦ καὶ γνῶ τί ποιεῖ; | |
52 They answered and said unto him, Art thou also of Galilee? Search, and look: for out of Galilee ariseth no prophet. | 52 ἀπεκρίθησαν καὶ εἶπαν αὐτῶ, μὴ καὶ σὺ ἐκ τῆς γαλιλαίας εἶ; ἐραύνησον καὶ ἴδε ὅτι ἐκ τῆς γαλιλαίας προφήτης οὐκ ἐγείρεται. | |
53 And every man went unto his own house. | 53 [[καὶ ἐπορεύθησαν ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ, | |
Chapter 6 Bible Contents Chapter 8
Other chapters in John: 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21
Genres: Law History Wisdom Prophets Gospels Acts Epistles Apocalyptic
Or select another Bible translation:
Turn Parallel Languages Off
American Standard Version
Bible in Basic English
Darby English Bible
Webster's Bible
World English Bible
Young's Literal Translation
Greek New Testament
Cover image by Freedom Studio / Shutterstock Koine Greek audio (in modern Greek pronunciation) narrated by Theo Karvounakis..