Bible

John 8 - American Standard Version with Greek

John 8 - American Standard Version with Greek - Ark.au

Law    History    Wisdom    Prophets    Gospels    Acts    Epistles    Apocalyptic   

1 but Jesus went unto the mount of Olives.

1 ἰησοῦς δὲ ἐπορεύθη εἰς τὸ ὄρος τῶν ἐλαιῶν.

2 And early in the morning he came again into the temple, and all the people came unto him; and he sat down, and taught them.

2 ὄρθρου δὲ πάλιν παρεγένετο εἰς τὸ ἱερόν, καὶ πᾶς ὁ λαὸς ἤρχετο πρὸς αὐτόν, καὶ καθίσας ἐδίδασκεν αὐτούς.

3 And the scribes and the Pharisees bring a woman taken in adultery; and having set her in the midst,

3 ἄγουσιν δὲ οἱ γραμματεῖς καὶ οἱ φαρισαῖοι γυναῖκα ἐπὶ μοιχείᾳ κατειλημμένην, καὶ στήσαντες αὐτὴν ἐν μέσῳ

4 they say unto him, Teacher, this woman hath been taken in adultery, in the very act.

4 λέγουσιν αὐτῶ, διδάσκαλε, αὕτη ἡ γυνὴ κατείληπται ἐπ᾽ αὐτοφώρῳ μοιχευομένη·

5 Now in the law Moses commanded us to stone such: what then sayest thou of her?

5 ἐν δὲ τῶ νόμῳ ἡμῖν μωϊσῆς ἐνετείλατο τὰς τοιαύτας λιθάζειν· σὺ οὗν τί λέγεις;

6 And this they said, trying him, that they might have `whereof' to accuse him. But Jesus stooped down, and with his finger wrote on the ground.

6 τοῦτο δὲ ἔλεγον πειράζοντες αὐτόν, ἵνα ἔχωσιν κατηγορεῖν αὐτοῦ. ὁ δὲ ἰησοῦς κάτω κύψας τῶ δακτύλῳ κατέγραφεν εἰς τὴν γῆν.

7 But when they continued asking him, he lifted up himself, and said unto them, He that is without sin among you, let him first cast a stone at her.

7 ὡς δὲ ἐπέμενον ἐρωτῶντες αὐτόν, ἀνέκυψεν καὶ εἶπεν αὐτοῖς, ὁ ἀναμάρτητος ὑμῶν πρῶτος ἐπ᾽ αὐτὴν βαλέτω λίθον·

8 And again he stooped down, and with his finger wrote on the ground.

8 καὶ πάλιν κατακύψας ἔγραφεν εἰς τὴν γῆν.

9 And they, when they heard it, went out one by one, beginning from the eldest, `even' unto the last: and Jesus was left alone, and the woman, where she was, in the midst.

9 οἱ δὲ ἀκούσαντες ἐξήρχοντο εἷς καθ᾽ εἷς ἀρξάμενοι ἀπὸ τῶν πρεσβυτέρων, καὶ κατελείφθη μόνος, καὶ ἡ γυνὴ ἐν μέσῳ οὗσα.

10 And Jesus lifted up himself, and said unto her, Woman, where are they? did no man condemn thee?

10 ἀνακύψας δὲ ὁ ἰησοῦς εἶπεν αὐτῇ, γύναι, ποῦ εἰσιν; οὐδείς σε κατέκρινεν;

11 And she said, No man, Lord. And Jesus said, Neither do I condemn thee: go thy way; from henceforth sin no more.

11 ἡ δὲ εἶπεν, οὐδείς, κύριε. εἶπεν δὲ ὁ ἰησοῦς, οὐδὲ ἐγώ σε κατακρίνω· πορεύου, [καὶ] ἀπὸ τοῦ νῦν μηκέτι ἁμάρτανε.]]

12 Again therefore Jesus spake unto them, saying, I am the light of the world: he that followeth me shall not walk in the darkness, but shall have the light of life.

12 πάλιν οὗν αὐτοῖς ἐλάλησεν ὁ ἰησοῦς λέγων, ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· ὁ ἀκολουθῶν ἐμοὶ οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ, ἀλλ᾽ ἕξει τὸ φῶς τῆς ζωῆς.

13 The Pharisees therefore said unto him, Thou bearest witness of thyself; thy witness is not true.

13 εἶπον οὗν αὐτῶ οἱ φαρισαῖοι, σὺ περὶ σεαυτοῦ μαρτυρεῖς· ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής.

14 Jesus answered and said unto them, Even if I bear witness of myself, my witness is true; for I know whence I came, and whither I go; but ye know not whence I come, or whither I go.

14 ἀπεκρίθη ἰησοῦς καὶ εἶπεν αὐτοῖς, κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἀληθής ἐστιν ἡ μαρτυρία μου, ὅτι οἶδα πόθεν ἦλθον καὶ ποῦ ὑπάγω· ὑμεῖς δὲ οὐκ οἴδατε πόθεν ἔρχομαι ἢ ποῦ ὑπάγω.

15 Ye judge after the flesh; I judge no man.

15 ὑμεῖς κατὰ τὴν σάρκα κρίνετε, ἐγὼ οὐ κρίνω οὐδένα.

16 Yea and if I judge, my judgment is true; for I am not alone, but I and the Father that sent me.

16 καὶ ἐὰν κρίνω δὲ ἐγώ, ἡ κρίσις ἡ ἐμὴ ἀληθινή ἐστιν, ὅτι μόνος οὐκ εἰμί, ἀλλ᾽ ἐγὼ καὶ ὁ πέμψας με πατήρ.

17 Yea and in your law it is written, that the witness of two men is true.

17 καὶ ἐν τῶ νόμῳ δὲ τῶ ὑμετέρῳ γέγραπται ὅτι δύο ἀνθρώπων ἡ μαρτυρία ἀληθής ἐστιν.

18 I am he that beareth witness of myself, and the Father that sent me beareth witness of me.

18 ἐγώ εἰμι ὁ μαρτυρῶν περὶ ἐμαυτοῦ καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψας με πατήρ.

19 They said therefore unto him, Where is thy Father? Jesus answered, Ye know neither me, nor my Father: if ye knew me, ye would know my Father also.

19 ἔλεγον οὗν αὐτῶ, ποῦ ἐστιν ὁ πατήρ σου; ἀπεκρίθη ἰησοῦς, οὔτε ἐμὲ οἴδατε οὔτε τὸν πατέρα μου· εἰ ἐμὲ ᾔδειτε, καὶ τὸν πατέρα μου ἂν ᾔδειτε.

20 These words spake he in the treasury, as he taught in the temple: and no man took him; because his hour was not yet come.

20 ταῦτα τὰ ῥήματα ἐλάλησεν ἐν τῶ γαζοφυλακίῳ διδάσκων ἐν τῶ ἱερῶ· καὶ οὐδεὶς ἐπίασεν αὐτόν, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ.

21 He said therefore again unto them, I go away, and ye shall seek me, and shall die in your sin: whither I go, ye cannot come.

21 εἶπεν οὗν πάλιν αὐτοῖς, ἐγὼ ὑπάγω καὶ ζητήσετέ με, καὶ ἐν τῇ ἁμαρτίᾳ ὑμῶν ἀποθανεῖσθε· ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν.

22 The Jews therefore said, Will he kill himself, that he saith, Whither I go, ye cannot come?

22 ἔλεγον οὗν οἱ ἰουδαῖοι, μήτι ἀποκτενεῖ ἑαυτόν, ὅτι λέγει, ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν;

23 And he said unto them, Ye are from beneath; I am from above: ye are of this world; I am not of this world.

23 καὶ ἔλεγεν αὐτοῖς, ὑμεῖς ἐκ τῶν κάτω ἐστέ, ἐγὼ ἐκ τῶν ἄνω εἰμί· ὑμεῖς ἐκ τούτου τοῦ κόσμου ἐστέ, ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου τούτου.

24 I said therefore unto you, that ye shall die in your sins: for except ye believe that I am `he', ye shall die in your sins.

24 εἶπον οὗν ὑμῖν ὅτι ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν· ἐὰν γὰρ μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν.

25 They said therefore unto him, Who art thou? Jesus said unto them, Even that which I have also spoken unto you from the beginning.

25 ἔλεγον οὗν αὐτῶ, σὺ τίς εἶ; εἶπεν αὐτοῖς ὁ ἰησοῦς, τὴν ἀρχὴν ὅ τι καὶ λαλῶ ὑμῖν;

26 I have many things to speak and to judge concerning you: howbeit he that sent me is true; and the things which I heard from him, these speak I unto the world.

26 πολλὰ ἔχω περὶ ὑμῶν λαλεῖν καὶ κρίνειν· ἀλλ᾽ ὁ πέμψας με ἀληθής ἐστιν, κἀγὼ ἃ ἤκουσα παρ᾽ αὐτοῦ ταῦτα λαλῶ εἰς τὸν κόσμον.

27 They perceived not that he spake to them of the Father.

27 οὐκ ἔγνωσαν ὅτι τὸν πατέρα αὐτοῖς ἔλεγεν.

28 Jesus therefore said, When ye have lifted up the Son of man, then shall ye know that I am `he', and `that' I do nothing of myself, but as the Father taught me, I speak these things.

28 εἶπεν οὗν [αὐτοῖς] ὁ ἰησοῦς, ὅταν ὑψώσητε τὸν υἱὸν τοῦ ἀνθρώπου, τότε γνώσεσθε ὅτι ἐγώ εἰμι, καὶ ἀπ᾽ ἐμαυτοῦ ποιῶ οὐδέν, ἀλλὰ καθὼς ἐδίδαξέν με ὁ πατὴρ ταῦτα λαλῶ.

29 And he that sent me is with me; he hath not left me alone; for I do always the things that are pleasing to him.

29 καὶ ὁ πέμψας με μετ᾽ ἐμοῦ ἐστιν· οὐκ ἀφῆκέν με μόνον, ὅτι ἐγὼ τὰ ἀρεστὰ αὐτῶ ποιῶ πάντοτε.

30 As he spake these things, many believed on him.

30 ταῦτα αὐτοῦ λαλοῦντος πολλοὶ ἐπίστευσαν εἰς αὐτόν.

31 Jesus therefore said to those Jews that had believed him, If ye abide in my word, `then' are ye truly my disciples;

31 ἔλεγεν οὗν ὁ ἰησοῦς πρὸς τοὺς πεπιστευκότας αὐτῶ ἰουδαίους, ἐὰν ὑμεῖς μείνητε ἐν τῶ λόγῳ τῶ ἐμῶ, ἀληθῶς μαθηταί μού ἐστε,

32 and ye shall know the truth, and the truth shall make you free.

32 καὶ γνώσεσθε τὴν ἀλήθειαν, καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς.

Ark.au Illustrated Bible - John 8:32 - and ye shall know the truth, and the truth shall make you free.

33 They answered unto him, We are Abraham's seed, and have never yet been in bondage to any man: how sayest thou, Ye shall be made free?

33 ἀπεκρίθησαν πρὸς αὐτόν, σπέρμα ἀβραάμ ἐσμεν καὶ οὐδενὶ δεδουλεύκαμεν πώποτε· πῶς σὺ λέγεις ὅτι ἐλεύθεροι γενήσεσθε;

34 Jesus answered them, Verily, verily, I say unto you, Every one that committeth sin is the bondservant of sin.

34 ἀπεκρίθη αὐτοῖς ὁ ἰησοῦς, ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστιν τῆς ἁμαρτίας.

35 And the bondservant abideth not in the house for ever: the son abideth for ever.

35 ὁ δὲ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα· ὁ υἱὸς μένει εἰς τὸν αἰῶνα.

36 If therefore the Son shall make you free, ye shall be free indeed.

36 ἐὰν οὗν ὁ υἱὸς ὑμᾶς ἐλευθερώσῃ, ὄντως ἐλεύθεροι ἔσεσθε.

37 I know that ye are Abraham's seed: yet ye seek to kill me, because my word hath not free course in you.

37 οἶδα ὅτι σπέρμα ἀβραάμ ἐστε· ἀλλὰ ζητεῖτέ με ἀποκτεῖναι, ὅτι ὁ λόγος ὁ ἐμὸς οὐ χωρεῖ ἐν ὑμῖν.

38 I speak the things which I have seen with `my' Father: and ye also do the things which ye heard from `your' father.

38 ἃ ἐγὼ ἑώρακα παρὰ τῶ πατρὶ λαλῶ· καὶ ὑμεῖς οὗν ἃ ἠκούσατε παρὰ τοῦ πατρὸς ποιεῖτε.

39 They answered and said unto him, Our father is Abraham. Jesus saith unto them, If ye were Abraham's children, ye would do the works of Abraham.

39 ἀπεκρίθησαν καὶ εἶπαν αὐτῶ, ὁ πατὴρ ἡμῶν ἀβραάμ ἐστιν. λέγει αὐτοῖς ὁ ἰησοῦς, εἰ τέκνα τοῦ ἀβραάμ ἐστε, τὰ ἔργα τοῦ ἀβραὰμ ἐποιεῖτε·

40 But now ye seek to kill me, a man that hath told you the truth, which I heard from God: this did not Abraham.

40 νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα ἣν ἤκουσα παρὰ τοῦ θεοῦ· τοῦτο ἀβραὰμ οὐκ ἐποίησεν.

41 Ye do the works of your father. They said unto him, We were not born of fornication; we have one Father, `even' God.

41 ὑμεῖς ποιεῖτε τὰ ἔργα τοῦ πατρὸς ὑμῶν. εἶπαν [οὗν] αὐτῶ, ἡμεῖς ἐκ πορνείας οὐ γεγεννήμεθα· ἕνα πατέρα ἔχομεν τὸν θεόν.

42 Jesus said unto them, If God were your Father, ye would love me: for I came forth and am come from God; for neither have I come of myself, but he sent me.

42 εἶπεν αὐτοῖς ὁ ἰησοῦς, εἰ ὁ θεὸς πατὴρ ὑμῶν ἦν, ἠγαπᾶτε ἂν ἐμέ, ἐγὼ γὰρ ἐκ τοῦ θεοῦ ἐξῆλθον καὶ ἥκω· οὐδὲ γὰρ ἀπ᾽ ἐμαυτοῦ ἐλήλυθα, ἀλλ᾽ ἐκεῖνός με ἀπέστειλεν.

43 Why do ye not understand my speech? `Even' because ye cannot hear my word.

43 διὰ τί τὴν λαλιὰν τὴν ἐμὴν οὐ γινώσκετε; ὅτι οὐ δύνασθε ἀκούειν τὸν λόγον τὸν ἐμόν.

44 Ye are of `your' father the devil, and the lusts of your father it is your will to do. He was a murderer from the beginning, and standeth not in the truth, because there is no truth in him. When he speaketh a lie, he speaketh of his own: for he is a liar, and the father thereof.

44 ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὲ καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν. ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ᾽ ἀρχῆς, καὶ ἐν τῇ ἀληθείᾳ οὐκ ἔστηκεν, ὅτι οὐκ ἔστιν ἀλήθεια ἐν αὐτῶ. ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ, ὅτι ψεύστης ἐστὶν καὶ ὁ πατὴρ αὐτοῦ.

45 But because I say the truth, ye believe me not.

45 ἐγὼ δὲ ὅτι τὴν ἀλήθειαν λέγω, οὐ πιστεύετέ μοι.

46 Which of you convicteth me of sin? If I say truth, why do ye not believe me?

46 τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; εἰ ἀλήθειαν λέγω, διὰ τί ὑμεῖς οὐ πιστεύετέ μοι;

47 He that is of God heareth the words of God: for this cause ye hear `them' not, because ye are not of God.

47 ὁ ὢν ἐκ τοῦ θεοῦ τὰ ῥήματα τοῦ θεοῦ ἀκούει· διὰ τοῦτο ὑμεῖς οὐκ ἀκούετε, ὅτι ἐκ τοῦ θεοῦ οὐκ ἐστέ.

48 The Jews answered and said unto him, Say we not well that thou art a Samaritan, and hast a demon?

48 ἀπεκρίθησαν οἱ ἰουδαῖοι καὶ εἶπαν αὐτῶ, οὐ καλῶς λέγομεν ἡμεῖς ὅτι σαμαρίτης εἶ σὺ καὶ δαιμόνιον ἔχεις;

49 Jesus answered, I have not a demon; but I honor my Father, and ye dishonor me.

49 ἀπεκρίθη ἰησοῦς, ἐγὼ δαιμόνιον οὐκ ἔχω, ἀλλὰ τιμῶ τὸν πατέρα μου, καὶ ὑμεῖς ἀτιμάζετέ με.

50 But I seek not mine own glory: there is one that seeketh and judgeth.

50 ἐγὼ δὲ οὐ ζητῶ τὴν δόξαν μου· ἔστιν ὁ ζητῶν καὶ κρίνων.

51 Verily, verily, I say unto you, If a man keep my word, he shall never see death.

51 ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐάν τις τὸν ἐμὸν λόγον τηρήσῃ, θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα.

52 The Jews said unto him, Now we know that thou hast a demon. Abraham died, and the prophets; and thou sayest, If a man keep my word, he shall never taste of death.

52 εἶπον [οὗν] αὐτῶ οἱ ἰουδαῖοι, νῦν ἐγνώκαμεν ὅτι δαιμόνιον ἔχεις. ἀβραὰμ ἀπέθανεν καὶ οἱ προφῆται, καὶ σὺ λέγεις, ἐάν τις τὸν λόγον μου τηρήσῃ, οὐ μὴ γεύσηται θανάτου εἰς τὸν αἰῶνα.

53 Art thou greater than our father Abraham, who died? and the prophets died: whom makest thou thyself?

53 μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν ἀβραάμ, ὅστις ἀπέθανεν; καὶ οἱ προφῆται ἀπέθανον· τίνα σεαυτὸν ποιεῖς;

54 Jesus answered, If I glorify myself, my glory is nothing: it is my Father that glorifieth me; of whom ye say, that he is your God;

54 ἀπεκρίθη ἰησοῦς, ἐὰν ἐγὼ δοξάσω ἐμαυτόν, ἡ δόξα μου οὐδέν ἐστιν· ἔστιν ὁ πατήρ μου ὁ δοξάζων με, ὃν ὑμεῖς λέγετε ὅτι θεὸς ἡμῶν ἐστιν·

55 and ye have not known him: but I know him; and if I should say, I know him not, I shall be like unto you, a liar: but I know him, and keep his word.

55 καὶ οὐκ ἐγνώκατε αὐτόν, ἐγὼ δὲ οἶδα αὐτόν. κἂν εἴπω ὅτι οὐκ οἶδα αὐτόν, ἔσομαι ὅμοιος ὑμῖν ψεύστης· ἀλλὰ οἶδα αὐτὸν καὶ τὸν λόγον αὐτοῦ τηρῶ.

56 Your father Abraham rejoiced to see my day; and he saw it, and was glad.

56 ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν, καὶ εἶδεν καὶ ἐχάρη.

57 The Jews therefore said unto him, Thou art not yet fifty years old, and hast thou seen Abraham?

57 εἶπον οὗν οἱ ἰουδαῖοι πρὸς αὐτόν, πεντήκοντα ἔτη οὔπω ἔχεις καὶ ἀβραὰμ ἑώρακας;

58 Jesus said unto them, Verily, verily, I say unto you, Before Abraham was born, I am.

58 εἶπεν αὐτοῖς ἰησοῦς, ἀμὴν ἀμὴν λέγω ὑμῖν, πρὶν ἀβραὰμ γενέσθαι ἐγὼ εἰμί.

59 They took up stones therefore to cast at him: but Jesus hid himself, and went out of the temple.

59 ἦραν οὗν λίθους ἵνα βάλωσιν ἐπ᾽ αὐτόν· ἰησοῦς δὲ ἐκρύβη καὶ ἐξῆλθεν ἐκ τοῦ ἱεροῦ.

  Chapter  7 Bible Contents Chapter  9  

Other chapters in John1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21

Genres:  Law    History    Wisdom    Prophets    Gospels    Acts    Epistles    Apocalyptic   

Or select another Bible translation:

Turn Parallel Languages Off
Bible in Basic English
Darby English Bible
King James Version
Webster's Bible
World English Bible
Young's Literal Translation
Greek New Testament

Cover image by Freedom Studio / Shutterstock Koine Greek audio (in modern Greek pronunciation) narrated by Theo Karvounakis..

See Also: