Acts 10 - Webster's Bible with Greek
Law History Wisdom Prophets Gospels Acts Epistles Apocalyptic
1 There was a certain man in Cesarea, called Cornelius, a centurion of the band called the Italian band, | 1 ἀνὴρ δέ τις ἐν καισαρείᾳ ὀνόματι κορνήλιος, ἑκατοντάρχης ἐκ σπείρης τῆς καλουμένης ἰταλικῆς, | |
2 A devout man, and one that feared God with all his house, who gave much alms to the people, and prayed to God always. | 2 εὐσεβὴς καὶ φοβούμενος τὸν θεὸν σὺν παντὶ τῶ οἴκῳ αὐτοῦ, ποιῶν ἐλεημοσύνας πολλὰς τῶ λαῶ καὶ δεόμενος τοῦ θεοῦ διὰ παντός, | |
3 He saw in a vision evidently, about the ninth hour of the day, an angel of God coming in to him, and saying to him, Cornelius. | 3 εἶδεν ἐν ὁράματι φανερῶς ὡσεὶ περὶ ὥραν ἐνάτην τῆς ἡμέρας ἄγγελον τοῦ θεοῦ εἰσελθόντα πρὸς αὐτὸν καὶ εἰπόντα αὐτῶ, κορνήλιε. | |
4 And when he looked on him, he was afraid, and said, What is it, Lord? And he said to him, Thy prayers and thy alms are come up for a memorial before God. | 4 ὁ δὲ ἀτενίσας αὐτῶ καὶ ἔμφοβος γενόμενος εἶπεν, τί ἐστιν, κύριε; εἶπεν δὲ αὐτῶ, αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἔμπροσθεν τοῦ θεοῦ. | |
5 And now send men to Joppa, and call for one Simon, whose surname is Peter: | 5 καὶ νῦν πέμψον ἄνδρας εἰς ἰόππην καὶ μετάπεμψαι σίμωνά τινα ὃς ἐπικαλεῖται πέτρος· | |
6 He lodgeth with one Simon a tanner, whose house is by the sea-side: he will tell thee what thou oughtest to do. | 6 οὖτος ξενίζεται παρά τινι σίμωνι βυρσεῖ, ᾧ ἐστιν οἰκία παρὰ θάλασσαν. | |
7 And when the angel who spoke to Cornelius had departed, he called two of his household servants, and a devout soldier of them that waited on him continually; | 7 ὡς δὲ ἀπῆλθεν ὁ ἄγγελος ὁ λαλῶν αὐτῶ, φωνήσας δύο τῶν οἰκετῶν καὶ στρατιώτην εὐσεβῆ τῶν προσκαρτερούντων αὐτῶ, | |
8 And when he had declared all these things to them, he sent them to Joppa. | 8 καὶ ἐξηγησάμενος ἅπαντα αὐτοῖς ἀπέστειλεν αὐτοὺς εἰς τὴν ἰόππην. | |
9 On the morrow, as they were going on their journey, and drew nigh to the city, Peter went up upon the house-top to pray, about the sixth hour: | 9 τῇ δὲ ἐπαύριον ὁδοιπορούντων ἐκείνων καὶ τῇ πόλει ἐγγιζόντων ἀνέβη πέτρος ἐπὶ τὸ δῶμα προσεύξασθαι περὶ ὥραν ἕκτην. | |
10 And he became very hungry, and would have eaten: but while they made ready, he fell into a trance, | 10 ἐγένετο δὲ πρόσπεινος καὶ ἤθελεν γεύσασθαι· παρασκευαζόντων δὲ αὐτῶν ἐγένετο ἐπ᾽ αὐτὸν ἔκστασις, | |
11 And saw heaven opened, and a certain vessel descending to him, as it had been a great sheet knit at the four corners, and let down to the earth: | 11 καὶ θεωρεῖ τὸν οὐρανὸν ἀνεῳγμένον καὶ καταβαῖνον σκεῦός τι ὡς ὀθόνην μεγάλην τέσσαρσιν ἀρχαῖς καθιέμενον ἐπὶ τῆς γῆς, | |
12 In which were all manner of four-footed beasts of the earth, and wild beasts, and creeping animals, and fowls of the air. | 12 ἐν ᾧ ὑπῆρχεν πάντα τὰ τετράποδα καὶ ἑρπετὰ τῆς γῆς καὶ πετεινὰ τοῦ οὐρανοῦ. | |
13 And there came a voice to him, Rise, Peter; kill, and eat. | 13 καὶ ἐγένετο φωνὴ πρὸς αὐτόν, ἀναστάς, πέτρε, θῦσον καὶ φάγε. | |
14 But Peter said, Not so, Lord; for I have never eaten any thing that is common or unclean. | 14 ὁ δὲ πέτρος εἶπεν, μηδαμῶς, κύριε, ὅτι οὐδέποτε ἔφαγον πᾶν κοινὸν καὶ ἀκάθαρτον. | |
15 And the voice spoke to him again the second time, What God hath cleansed, that call not thou common. | 15 καὶ φωνὴ πάλιν ἐκ δευτέρου πρὸς αὐτόν, ἃ ὁ θεὸς ἐκαθάρισεν σὺ μὴ κοίνου. | |
16 This was done thrice: and the vessel was received again into heaven. | 16 τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς, καὶ εὐθὺς ἀνελήμφθη τὸ σκεῦος εἰς τὸν οὐρανόν. | |
17 Now while Peter doubted in himself what this vision which he had seen should mean, behold, the men who were sent from Cornelius had made inquiry for Simon's house, and were standing before the gate, | 17 ὡς δὲ ἐν ἑαυτῶ διηπόρει ὁ πέτρος τί ἂν εἴη τὸ ὅραμα ὃ εἶδεν, ἰδοὺ οἱ ἄνδρες οἱ ἀπεσταλμένοι ὑπὸ τοῦ κορνηλίου διερωτήσαντες τὴν οἰκίαν τοῦ σίμωνος ἐπέστησαν ἐπὶ τὸν πυλῶνα, | |
18 And called, and asked whether Simon, who was surnamed Peter, lodged there. | 18 καὶ φωνήσαντες ἐπυνθάνοντο εἰ σίμων ὁ ἐπικαλούμενος πέτρος ἐνθάδε ξενίζεται. | |
19 While Peter thought on the vision, the Spirit said to him, Behold, three men seek thee. | 19 τοῦ δὲ πέτρου διενθυμουμένου περὶ τοῦ ὁράματος εἶπεν [αὐτῶ] τὸ πνεῦμα, ἰδοὺ ἄνδρες τρεῖς ζητοῦντές σε· | |
20 Arise therefore, and go down, and go with them, doubting nothing: for I have sent them. | 20 ἀλλὰ ἀναστὰς κατάβηθι καὶ πορεύου σὺν αὐτοῖς μηδὲν διακρινόμενος, ὅτι ἐγὼ ἀπέσταλκα αὐτούς. | |
21 Then Peter went down to the men who were sent to him from Cornelius; and said, Behold, I am he whom ye seek: what is the cause for which ye have come? | 21 καταβὰς δὲ πέτρος πρὸς τοὺς ἄνδρας εἶπεν, ἰδοὺ ἐγώ εἰμι ὃν ζητεῖτε· τίς ἡ αἰτία δι᾽ ἣν πάρεστε; | |
22 And they said, Cornelius the centurion, a just man, and one that feareth God, and of good report among all the nation of the Jews, was warned from God by a holy angel to send for thee into his house, and to hear words from thee. | 22 οἱ δὲ εἶπαν, κορνήλιος ἑκατοντάρχης, ἀνὴρ δίκαιος καὶ φοβούμενος τὸν θεὸν μαρτυρούμενός τε ὑπὸ ὅλου τοῦ ἔθνους τῶν ἰουδαίων, ἐχρηματίσθη ὑπὸ ἀγγέλου ἁγίου μεταπέμψασθαί σε εἰς τὸν οἶκον αὐτοῦ καὶ ἀκοῦσαι ῥήματα παρὰ σοῦ. | |
23 Then he called them in, and lodged them. And on the morrow Peter went with them, and certain brethren from Joppa accompanied him. | 23 εἰσκαλεσάμενος οὗν αὐτοὺς ἐξένισεν. τῇ δὲ ἐπαύριον ἀναστὰς ἐξῆλθεν σὺν αὐτοῖς, καί τινες τῶν ἀδελφῶν τῶν ἀπὸ ἰόππης συνῆλθον αὐτῶ. | |
24 And on the morrow they entered into Cesarea. And Cornelius waited for them, and had called together his kinsmen and near friends. | 24 τῇ δὲ ἐπαύριον εἰσῆλθεν εἰς τὴν καισάρειαν· ὁ δὲ κορνήλιος ἦν προσδοκῶν αὐτούς, συγκαλεσάμενος τοὺς συγγενεῖς αὐτοῦ καὶ τοὺς ἀναγκαίους φίλους. | |
25 And as Peter was coming in, Cornelius met him, and fell down at his feet, and worshiped him. | 25 ὡς δὲ ἐγένετο τοῦ εἰσελθεῖν τὸν πέτρον, συναντήσας αὐτῶ ὁ κορνήλιος πεσὼν ἐπὶ τοὺς πόδας προσεκύνησεν. | |
26 But Peter took him up, saying, Stand up: I myself also am a man. | 26 ὁ δὲ πέτρος ἤγειρεν αὐτὸν λέγων, ἀνάστηθι· καὶ ἐγὼ αὐτὸς ἄνθρωπός εἰμι. | |
27 And as he talked with him, he went in, and found many that had come together. | 27 καὶ συνομιλῶν αὐτῶ εἰσῆλθεν, καὶ εὑρίσκει συνεληλυθότας πολλούς, | |
28 And he said to them, Ye know that it is an unlawful thing for a man that is a Jew to keep company, or come to one of another nation; but God hath shown me that I should not call any man common or unclean. | 28 ἔφη τε πρὸς αὐτούς, ὑμεῖς ἐπίστασθε ὡς ἀθέμιτόν ἐστιν ἀνδρὶ ἰουδαίῳ κολλᾶσθαι ἢ προσέρχεσθαι ἀλλοφύλῳ· κἀμοὶ ὁ θεὸς ἔδειξεν μηδένα κοινὸν ἢ ἀκάθαρτον λέγειν ἄνθρωπον· | |
29 Therefore I came to you without gainsaying, as soon as I was sent for: I ask therefore for what intent ye have sent for me? | 29 διὸ καὶ ἀναντιρρήτως ἦλθον μεταπεμφθείς. πυνθάνομαι οὗν τίνι λόγῳ μετεπέμψασθέ με; | |
30 And Cornelius said, Four days ago I was fasting until this hour; and at the ninth hour I prayed in my house, and behold, a man stood before me in bright clothing, | 30 καὶ ὁ κορνήλιος ἔφη, ἀπὸ τετάρτης ἡμέρας μέχρι ταύτης τῆς ὥρας ἤμην τὴν ἐνάτην προσευχόμενος ἐν τῶ οἴκῳ μου, καὶ ἰδοὺ ἀνὴρ ἔστη ἐνώπιόν μου ἐν ἐσθῆτι λαμπρᾷ | |
31 And said, Cornelius, thy prayer is heard, and thy alms are had in remembrance in the sight of God. | 31 καὶ φησίν, κορνήλιε, εἰσηκούσθη σου ἡ προσευχὴ καὶ αἱ ἐλεημοσύναι σου ἐμνήσθησαν ἐνώπιον τοῦ θεοῦ. | |
32 Send therefore to Joppa, and call hither Simon, whose surname is Peter; he lodgeth in the house of one Simon a tanner, by the sea-side: who, when he cometh, will speak to thee. | 32 πέμψον οὗν εἰς ἰόππην καὶ μετακάλεσαι σίμωνα ὃς ἐπικαλεῖται πέτρος· οὖτος ξενίζεται ἐν οἰκίᾳ σίμωνος βυρσέως παρὰ θάλασσαν. | |
33 Immediately therefore I sent to thee; and thou hast well done that thou hast come. Now therefore we are all here present before God, to hear all things that are commanded thee from God. | 33 ἐξαυτῆς οὗν ἔπεμψα πρὸς σέ, σύ τε καλῶς ἐποίησας παραγενόμενος. νῦν οὗν πάντες ἡμεῖς ἐνώπιον τοῦ θεοῦ πάρεσμεν ἀκοῦσαι πάντα τὰ προστεταγμένα σοι ὑπὸ τοῦ κυρίου. | |
34 Then Peter opened his mouth, and said, In truth I perceive that God is no respecter of persons: | 34 ἀνοίξας δὲ πέτρος τὸ στόμα εἶπεν, ἐπ᾽ ἀληθείας καταλαμβάνομαι ὅτι οὐκ ἔστιν προσωπολήμπτης ὁ θεός, | |
35 But in every nation he that feareth him, and worketh righteousness, is accepted with him. | 35 ἀλλ᾽ ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτὸν καὶ ἐργαζόμενος δικαιοσύνην δεκτὸς αὐτῶ ἐστιν. | |
36 The word which God sent to the children of Israel, preaching peace by Jesus Christ: (he is Lord of all:) | 36 τὸν λόγον [ὃν] ἀπέστειλεν τοῖς υἱοῖς ἰσραὴλ εὐαγγελιζόμενος εἰρήνην διὰ ἰησοῦ χριστοῦ _ οὖτός ἐστιν πάντων κύριος _ | |
37 That word, I say, ye know, which was published throughout all Judea, and began from Galilee, after the baptism which John preached; | 37 ὑμεῖς οἴδατε, τὸ γενόμενον ῥῆμα καθ᾽ ὅλης τῆς ἰουδαίας, ἀρξάμενος ἀπὸ τῆς γαλιλαίας μετὰ τὸ βάπτισμα ὃ ἐκήρυξεν ἰωάννης, | |
38 That God anointed Jesus of Nazareth with the Holy Spirit and with power: who went about doing good, and healing all that were oppressed by the devil; for God was with him. | 38 ἰησοῦν τὸν ἀπὸ ναζαρέθ, ὡς ἔχρισεν αὐτὸν ὁ θεὸς πνεύματι ἁγίῳ καὶ δυνάμει, ὃς διῆλθεν εὐεργετῶν καὶ ἰώμενος πάντας τοὺς καταδυναστευομένους ὑπὸ τοῦ διαβόλου, ὅτι ὁ θεὸς ἦν μετ᾽ αὐτοῦ. | |
39 And we are witnesses of all things which he did, both in the land of the Jews, and in Jerusalem; whom they slew and hanged on a tree. | 39 καὶ ἡμεῖς μάρτυρες πάντων ὧν ἐποίησεν ἔν τε τῇ χώρᾳ τῶν ἰουδαίων καὶ [ἐν] ἰερουσαλήμ· ὃν καὶ ἀνεῖλαν κρεμάσαντες ἐπὶ ξύλου. | |
40 Him God raised the third day, and showed him openly; | 40 τοῦτον ὁ θεὸς ἤγειρεν [ἐν] τῇ τρίτῃ ἡμέρᾳ καὶ ἔδωκεν αὐτὸν ἐμφανῆ γενέσθαι, | |
41 Not to all the people, but to witnesses chosen before by God, even to us, who ate and drank with him after he rose from the dead. | 41 οὐ παντὶ τῶ λαῶ ἀλλὰ μάρτυσιν τοῖς προκεχειροτονημένοις ὑπὸ τοῦ θεοῦ, ἡμῖν, οἵτινες συνεφάγομεν καὶ συνεπίομεν αὐτῶ μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν· | |
42 And he commanded us to preach to the people, and to testify that it is he who was ordained by God to be the Judge of the living and the dead. | 42 καὶ παρήγγειλεν ἡμῖν κηρύξαι τῶ λαῶ καὶ διαμαρτύρασθαι ὅτι οὖτός ἐστιν ὁ ὡρισμένος ὑπὸ τοῦ θεοῦ κριτὴς ζώντων καὶ νεκρῶν. | |
43 To him give all the prophets testimony, that through his name whoever believeth in him shall receive remission of sins. | 43 τούτῳ πάντες οἱ προφῆται μαρτυροῦσιν, ἄφεσιν ἁμαρτιῶν λαβεῖν διὰ τοῦ ὀνόματος αὐτοῦ πάντα τὸν πιστεύοντα εἰς αὐτόν. | |
44 While Peter was yet speaking these words, the Holy Spirit fell on all them who heard the word. | 44 ἔτι λαλοῦντος τοῦ πέτρου τὰ ῥήματα ταῦτα ἐπέπεσεν τὸ πνεῦμα τὸ ἅγιον ἐπὶ πάντας τοὺς ἀκούοντας τὸν λόγον. | |
45 And they of the circumcision who believed, were astonished, as many as came with Peter, because that on the Gentiles also was poured out the gift of the Holy Spirit. | 45 καὶ ἐξέστησαν οἱ ἐκ περιτομῆς πιστοὶ ὅσοι συνῆλθαν τῶ πέτρῳ, ὅτι καὶ ἐπὶ τὰ ἔθνη ἡ δωρεὰ τοῦ ἁγίου πνεύματος ἐκκέχυται· | |
46 For they heard them speak in languages and magnify God. Then answered Peter, | 46 ἤκουον γὰρ αὐτῶν λαλούντων γλώσσαις καὶ μεγαλυνόντων τὸν θεόν. τότε ἀπεκρίθη πέτρος, | |
47 Can any man forbid water, that these should not be baptized, who have received the Holy Spirit as well as we? | 47 μήτι τὸ ὕδωρ δύναται κωλῦσαί τις τοῦ μὴ βαπτισθῆναι τούτους οἵτινες τὸ πνεῦμα τὸ ἅγιον ἔλαβον ὡς καὶ ἡμεῖς; | |
48 And he commanded them to be baptized in the name of the Lord. Then they requested him to tarry certain days. | 48 προσέταξεν δὲ αὐτοὺς ἐν τῶ ὀνόματι ἰησοῦ χριστοῦ βαπτισθῆναι. τότε ἠρώτησαν αὐτὸν ἐπιμεῖναι ἡμέρας τινάς. | |
Chapter 9 Bible Contents Chapter 11
Other chapters in Acts: 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28
Genres: Law History Wisdom Prophets Gospels Acts Epistles Apocalyptic
Or select another Bible translation:
Turn Parallel Languages Off
American Standard Version
Bible in Basic English
Darby English Bible
King James Version
World English Bible
Young's Literal Translation
Greek New Testament
Cover image by Freedom Studio / Shutterstock Koine Greek audio (in modern Greek pronunciation) narrated by Theo Karvounakis..