Acts 18 - Webster's Bible with Greek
Law History Wisdom Prophets Gospels Acts Epistles Apocalyptic
1 After these things, Paul departed from Athens, and came to Corinth; | 1 μετὰ ταῦτα χωρισθεὶς ἐκ τῶν ἀθηνῶν ἦλθεν εἰς κόρινθον. | |
2 And found a certain Jew named Aquila, born in Pontus, lately come from Italy, with his wife Priscilla (because that Claudius had commanded all Jews to depart from Rome) and he came to them. | 2 καὶ εὑρών τινα ἰουδαῖον ὀνόματι ἀκύλαν, ποντικὸν τῶ γένει, προσφάτως ἐληλυθότα ἀπὸ τῆς ἰταλίας καὶ πρίσκιλλαν γυναῖκα αὐτοῦ διὰ τὸ διατεταχέναι κλαύδιον χωρίζεσθαι πάντας τοὺς ἰουδαίους ἀπὸ τῆς ῥώμης, προσῆλθεν αὐτοῖς, | |
3 And because he was of the same occupation, he abode with them, and wrought (for by their occupation they were tent-makers) | 3 καὶ διὰ τὸ ὁμότεχνον εἶναι ἔμενεν παρ᾽ αὐτοῖς καὶ ἠργάζετο· ἦσαν γὰρ σκηνοποιοὶ τῇ τέχνῃ. | |
4 And he reasoned in the synagogue every sabbath, and persuaded the Jews and the Greeks. | 4 διελέγετο δὲ ἐν τῇ συναγωγῇ κατὰ πᾶν σάββατον, ἔπειθέν τε ἰουδαίους καὶ ἕλληνας. | |
5 And when Silas and Timothy had come from Macedonia, Paul was pressed in spirit, and testified to the Jews, that Jesus was Christ. | 5 ὡς δὲ κατῆλθον ἀπὸ τῆς μακεδονίας ὅ τε σιλᾶς καὶ ὁ τιμόθεος, συνείχετο τῶ λόγῳ ὁ παῦλος, διαμαρτυρόμενος τοῖς ἰουδαίοις εἶναι τὸν χριστόν, ἰησοῦν. | |
6 And when they opposed themselves, and blasphemed, he shook his raiment, and said to them, Your blood be upon your own heads: I am clean: from henceforth I will go to the Gentiles. | 6 ἀντιτασσομένων δὲ αὐτῶν καὶ βλασφημούντων ἐκτιναξάμενος τὰ ἱμάτια εἶπεν πρὸς αὐτούς, τὸ αἷμα ὑμῶν ἐπὶ τὴν κεφαλὴν ὑμῶν· καθαρὸς ἐγώ· ἀπὸ τοῦ νῦν εἰς τὰ ἔθνη πορεύσομαι. | |
7 And he departed thence, and entered into the house of a certain man named Justus, one that worshiped God, whose house joined close to the synagogue. | 7 καὶ μεταβὰς ἐκεῖθεν εἰσῆλθεν εἰς οἰκίαν τινὸς ὀνόματι τιτίου ἰούστου σεβομένου τὸν θεόν, οὖ ἡ οἰκία ἦν συνομοροῦσα τῇ συναγωγῇ. | |
8 And Crispus the chief ruler of the synagogue believed on the Lord with all his house: and many of the Corinthians hearing, believed, and were baptized. | 8 κρίσπος δὲ ὁ ἀρχισυνάγωγος ἐπίστευσεν τῶ κυρίῳ σὺν ὅλῳ τῶ οἴκῳ αὐτοῦ, καὶ πολλοὶ τῶν κορινθίων ἀκούοντες ἐπίστευον καὶ ἐβαπτίζοντο. | |
9 Then the Lord spoke to Paul in the night by a vision, Be not afraid, but speak, and hold not thy peace: | 9 εἶπεν δὲ ὁ κύριος ἐν νυκτὶ δι᾽ ὁράματος τῶ παύλῳ, μὴ φοβοῦ, ἀλλὰ λάλει καὶ μὴ σιωπήσῃς, | |
10 For I am with thee, and no man shall lay hands on thee, to hurt thee: for I have many people in this city. | 10 διότι ἐγώ εἰμι μετὰ σοῦ καὶ οὐδεὶς ἐπιθήσεταί σοι τοῦ κακῶσαί σε, διότι λαός ἐστί μοι πολὺς ἐν τῇ πόλει ταύτῃ. | |
11 And he continued there a year and six months, teaching the word of God among them. | 11 ἐκάθισεν δὲ ἐνιαυτὸν καὶ μῆνας ἓξ διδάσκων ἐν αὐτοῖς τὸν λόγον τοῦ θεοῦ. | |
12 And when Gallio was the deputy of Achaia, the Jews made insurrection with one accord against Paul, and brought him to the judgment-seat, | 12 γαλλίωνος δὲ ἀνθυπάτου ὄντος τῆς ἀχαΐας κατεπέστησαν ὁμοθυμαδὸν οἱ ἰουδαῖοι τῶ παύλῳ καὶ ἤγαγον αὐτὸν ἐπὶ τὸ βῆμα, | |
13 Saying, This man persuadeth men to worship God contrary to the law. | 13 λέγοντες ὅτι παρὰ τὸν νόμον ἀναπείθει οὖτος τοὺς ἀνθρώπους σέβεσθαι τὸν θεόν. | |
14 And when Paul was now about to open his mouth, Gallio said to the Jews, If it were a matter of wrong, or hainous crime, O ye Jews, reason would that I should bear with you: | 14 μέλλοντος δὲ τοῦ παύλου ἀνοίγειν τὸ στόμα εἶπεν ὁ γαλλίων πρὸς τοὺς ἰουδαίους, εἰ μὲν ἦν ἀδίκημά τι ἢ ῥᾳδιούργημα πονηρόν, ὦ ἰουδαῖοι, κατὰ λόγον ἂν ἀνεσχόμην ὑμῶν· | |
15 But if it is a question of words and names, and of your law, look ye to it: for I will be no judge of such matters. | 15 εἰ δὲ ζητήματά ἐστιν περὶ λόγου καὶ ὀνομάτων καὶ νόμου τοῦ καθ᾽ ὑμᾶς, ὄψεσθε αὐτοί· κριτὴς ἐγὼ τούτων οὐ βούλομαι εἶναι. | |
16 And he drove them from the judgment-seat. | 16 καὶ ἀπήλασεν αὐτοὺς ἀπὸ τοῦ βήματος. | |
17 Then all the Greeks took Sosthenes, the chief ruler of the synagogue, and beat him before the judgment-seat. And Gallio cared for none of those things. | 17 ἐπιλαβόμενοι δὲ πάντες σωσθένην τὸν ἀρχισυνάγωγον ἔτυπτον ἔμπροσθεν τοῦ βήματος· καὶ οὐδὲν τούτων τῶ γαλλίωνι ἔμελεν. | |
18 And Paul after this tarried there yet a good while, and took his leave of the brethren, and sailed thence into Syria, and with him Priscilla and Aquila; having shorn his head in Cenchrea: for he had a vow. | 18 ὁ δὲ παῦλος ἔτι προσμείνας ἡμέρας ἱκανὰς τοῖς ἀδελφοῖς ἀποταξάμενος ἐξέπλει εἰς τὴν συρίαν, καὶ σὺν αὐτῶ πρίσκιλλα καὶ ἀκύλας, κειράμενος ἐν κεγχρεαῖς τὴν κεφαλήν, εἶχεν γὰρ εὐχήν. | |
19 And he came to Ephesus, and left them there: but he himself entered into the synagogue, and reasoned with the Jews. | 19 κατήντησαν δὲ εἰς ἔφεσον, κἀκείνους κατέλιπεν αὐτοῦ, αὐτὸς δὲ εἰσελθὼν εἰς τὴν συναγωγὴν διελέξατο τοῖς ἰουδαίοις. | |
20 When they desired him to tarry longer time with them, he consented not: | 20 ἐρωτώντων δὲ αὐτῶν ἐπὶ πλείονα χρόνον μεῖναι οὐκ ἐπένευσεν, | |
21 But bade them farewell, saying, I must by all means keep this feast that cometh in Jerusalem: but I will return to you, if God will. And he sailed from Ephesus. | 21 ἀλλὰ ἀποταξάμενος καὶ εἰπών, πάλιν ἀνακάμψω πρὸς ὑμᾶς τοῦ θεοῦ θέλοντος, ἀνήχθη ἀπὸ τῆς ἐφέσου· | |
22 And when he had landed at Cesarea, and gone up and saluted the church, he went down to Antioch. | 22 καὶ κατελθὼν εἰς καισάρειαν, ἀναβὰς καὶ ἀσπασάμενος τὴν ἐκκλησίαν, κατέβη εἰς ἀντιόχειαν, | |
23 And after he had spent some time there, he departed and went over all the country of Galatia and Phrygia in order, strengthening all the disciples. | 23 καὶ ποιήσας χρόνον τινὰ ἐξῆλθεν, διερχόμενος καθεξῆς τὴν γαλατικὴν χώραν καὶ φρυγίαν, ἐπιστηρίζων πάντας τοὺς μαθητάς. | |
24 And a certain Jew named Apollos, born at Alexandria, an eloquent man, and mighty in the scriptures, came to Ephesus. | 24 ἰουδαῖος δέ τις ἀπολλῶς ὀνόματι, ἀλεξανδρεὺς τῶ γένει, ἀνὴρ λόγιος, κατήντησεν εἰς ἔφεσον, δυνατὸς ὢν ἐν ταῖς γραφαῖς. | |
25 This man was instructed in the way of the Lord: and being fervent in the spirit, he spoke and taught diligently the things of the Lord, knowing only the baptism of John. | 25 οὖτος ἦν κατηχημένος τὴν ὁδὸν τοῦ κυρίου, καὶ ζέων τῶ πνεύματι ἐλάλει καὶ ἐδίδασκεν ἀκριβῶς τὰ περὶ τοῦ ἰησοῦ, ἐπιστάμενος μόνον τὸ βάπτισμα ἰωάννου. | |
26 And he began to speak boldly in the synagogue: Whom, when Aquila and Priscilla had heard, they took him to them, and expounded to him the way of God more perfectly. | 26 οὖτός τε ἤρξατο παρρησιάζεσθαι ἐν τῇ συναγωγῇ· ἀκούσαντες δὲ αὐτοῦ πρίσκιλλα καὶ ἀκύλας προσελάβοντο αὐτὸν καὶ ἀκριβέστερον αὐτῶ ἐξέθεντο τὴν ὁδὸν [τοῦ θεοῦ]. | |
27 And when he was disposed to pass into Achaia, the brethren wrote, exhorting the disciples to receive him: who, when he had come, helped them much who had believed through grace. | 27 βουλομένου δὲ αὐτοῦ διελθεῖν εἰς τὴν ἀχαΐαν προτρεψάμενοι οἱ ἀδελφοὶ ἔγραψαν τοῖς μαθηταῖς ἀποδέξασθαι αὐτόν· ὃς παραγενόμενος συνεβάλετο πολὺ τοῖς πεπιστευκόσιν διὰ τῆς χάριτος· | |
28 For he mightily convinced the Jews, and that publicly, showing by the scriptures, that Jesus was Christ. | 28 εὐτόνως γὰρ τοῖς ἰουδαίοις διακατηλέγχετο δημοσίᾳ ἐπιδεικνὺς διὰ τῶν γραφῶν εἶναι τὸν χριστὸν, ἰησοῦν. | |
Chapter 17 Bible Contents Chapter 19
Other chapters in Acts: 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28
Genres: Law History Wisdom Prophets Gospels Acts Epistles Apocalyptic
Or select another Bible translation:
Turn Parallel Languages Off
American Standard Version
Bible in Basic English
Darby English Bible
King James Version
World English Bible
Young's Literal Translation
Greek New Testament
Cover image by Freedom Studio / Shutterstock Koine Greek audio (in modern Greek pronunciation) narrated by Theo Karvounakis..