Acts 21 - American Standard Version with Greek
Law History Wisdom Prophets Gospels Acts Epistles Apocalyptic
1 And when it came to pass that were parted from them and had set sail, we came with a straight course unto Cos, and the next day unto Rhodes, and from thence unto Patara: | 1 ὡς δὲ ἐγένετο ἀναχθῆναι ἡμᾶς ἀποσπασθέντας ἀπ᾽ αὐτῶν, εὐθυδρομήσαντες ἤλθομεν εἰς τὴν κῶ, τῇ δὲ ἑξῆς εἰς τὴν ῥόδον, κἀκεῖθεν εἰς πάταρα· | |
2 and having found a ship crossing over unto Phoenicia, we went aboard, and set sail. | 2 καὶ εὑρόντες πλοῖον διαπερῶν εἰς φοινίκην ἐπιβάντες ἀνήχθημεν. | |
3 And when we had come in sight of Cyprus, leaving it on the left hand, we sailed unto Syria, and landed at Tyre; for there the ship was to unlade her burden. | 3 ἀναφάναντες δὲ τὴν κύπρον καὶ καταλιπόντες αὐτὴν εὐώνυμον ἐπλέομεν εἰς συρίαν, καὶ κατήλθομεν εἰς τύρον, ἐκεῖσε γὰρ τὸ πλοῖον ἦν ἀποφορτιζόμενον τὸν γόμον. | |
4 And having found the disciples, we tarried there seven days: and these said to Paul through the Spirit, that he should not set foot in Jerusalem. | 4 ἀνευρόντες δὲ τοὺς μαθητὰς ἐπεμείναμεν αὐτοῦ ἡμέρας ἑπτά, οἵτινες τῶ παύλῳ ἔλεγον διὰ τοῦ πνεύματος μὴ ἐπιβαίνειν εἰς ἱεροσόλυμα. | |
5 And when it came to pass that we had accomplished the days, we departed and went on our journey; and they all, with wives and children, brought us on our way till we were out of the city: and kneeling down on the beach, we prayed, and bade each other farewell; | 5 ὅτε δὲ ἐγένετο ἡμᾶς ἐξαρτίσαι τὰς ἡμέρας, ἐξελθόντες ἐπορευόμεθα προπεμπόντων ἡμᾶς πάντων σὺν γυναιξὶ καὶ τέκνοις ἕως ἔξω τῆς πόλεως, καὶ θέντες τὰ γόνατα ἐπὶ τὸν αἰγιαλὸν προσευξάμενοι | |
6 and we went on board the ship, but they returned home again. | 6 ἀπησπασάμεθα ἀλλήλους, καὶ ἀνέβημεν εἰς τὸ πλοῖον, ἐκεῖνοι δὲ ὑπέστρεψαν εἰς τὰ ἴδια. | |
7 And when we had finished the voyage from Tyre, we arrived at Ptolemais; and we saluted the brethren, and abode with them one day. | 7 ἡμεῖς δὲ τὸν πλοῦν διανύσαντες ἀπὸ τύρου κατηντήσαμεν εἰς πτολεμαΐδα, καὶ ἀσπασάμενοι τοὺς ἀδελφοὺς ἐμείναμεν ἡμέραν μίαν παρ᾽ αὐτοῖς. | |
8 And on the morrow we departed, and came unto Caesarea: and entering into the house of Philip the evangelist, who was one of the seven, we abode with him. | 8 τῇ δὲ ἐπαύριον ἐξελθόντες ἤλθομεν εἰς καισάρειαν, καὶ εἰσελθόντες εἰς τὸν οἶκον φιλίππου τοῦ εὐαγγελιστοῦ ὄντος ἐκ τῶν ἑπτὰ ἐμείναμεν παρ᾽ αὐτῶ. | |
9 Now this man had four virgin daughters, who prophesied. | 9 τούτῳ δὲ ἦσαν θυγατέρες τέσσαρες παρθένοι προφητεύουσαι. | |
10 And as we tarried there some days, there came down from Judaea a certain prophet, named Agabus. | 10 ἐπιμενόντων δὲ ἡμέρας πλείους κατῆλθέν τις ἀπὸ τῆς ἰουδαίας προφήτης ὀνόματι ἅγαβος, | |
11 And coming to us, and taking Paul's girdle, he bound his own feet and hands, and said, Thus saith the Holy Spirit, So shall the Jews at Jerusalem bind the man that owneth this girdle, and shall deliver him into the hands of the Gentiles. | 11 καὶ ἐλθὼν πρὸς ἡμᾶς καὶ ἄρας τὴν ζώνην τοῦ παύλου δήσας ἑαυτοῦ τοὺς πόδας καὶ τὰς χεῖρας εἶπεν, τάδε λέγει τὸ πνεῦμα τὸ ἅγιον, τὸν ἄνδρα οὖ ἐστιν ἡ ζώνη αὕτη οὕτως δήσουσιν ἐν ἰερουσαλὴμ οἱ ἰουδαῖοι καὶ παραδώσουσιν εἰς χεῖρας ἐθνῶν. | |
12 And when we heard these things, both we and they of that place besought him not to go up to Jerusalem. | 12 ὡς δὲ ἠκούσαμεν ταῦτα, παρεκαλοῦμεν ἡμεῖς τε καὶ οἱ ἐντόπιοι τοῦ μὴ ἀναβαίνειν αὐτὸν εἰς ἰερουσαλήμ. | |
13 Then Paul answered, What do ye, weeping and breaking my heart? for I am ready not to be bound only, but also to die at Jerusalem for the name of the Lord Jesus. | 13 τότε ἀπεκρίθη ὁ παῦλος, τί ποιεῖτε κλαίοντες καὶ συνθρύπτοντές μου τὴν καρδίαν; ἐγὼ γὰρ οὐ μόνον δεθῆναι ἀλλὰ καὶ ἀποθανεῖν εἰς ἰερουσαλὴμ ἑτοίμως ἔχω ὑπὲρ τοῦ ὀνόματος τοῦ κυρίου ἰησοῦ. | |
14 And when he would not be persuaded, we ceased, saying, The will of the Lord be done. | 14 μὴ πειθομένου δὲ αὐτοῦ ἡσυχάσαμεν εἰπόντες, τοῦ κυρίου τὸ θέλημα γινέσθω. | |
15 And after these days we took up our baggage and went up to Jerusalem. | 15 μετὰ δὲ τὰς ἡμέρας ταύτας ἐπισκευασάμενοι ἀνεβαίνομεν εἰς ἱεροσόλυμα· | |
16 And there went with us also `certain' of the disciples from Caesarea, bringing `with them' one Mnason of Cyprus, an early disciple, with whom we should lodge. | 16 συνῆλθον δὲ καὶ τῶν μαθητῶν ἀπὸ καισαρείας σὺν ἡμῖν, ἄγοντες παρ᾽ ᾧ ξενισθῶμεν μνάσωνί τινι κυπρίῳ, ἀρχαίῳ μαθητῇ. | |
17 And when we were come to Jerusalem, the brethren received us gladly. | 17 γενομένων δὲ ἡμῶν εἰς ἱεροσόλυμα ἀσμένως ἀπεδέξαντο ἡμᾶς οἱ ἀδελφοί. | |
18 And the day following Paul went in with us unto James; and all the elders were present. | 18 τῇ δὲ ἐπιούσῃ εἰσῄει ὁ παῦλος σὺν ἡμῖν πρὸς ἰάκωβον, πάντες τε παρεγένοντο οἱ πρεσβύτεροι. | |
19 And when he had saluted them, he rehearsed one by one the things which God had wrought among the Gentiles through his ministry. | 19 καὶ ἀσπασάμενος αὐτοὺς ἐξηγεῖτο καθ᾽ ἓν ἕκαστον ὧν ἐποίησεν ὁ θεὸς ἐν τοῖς ἔθνεσιν διὰ τῆς διακονίας αὐτοῦ. | |
20 And they, when they heard it, glorified God; and they said unto him, Thou seest, brother, how many thousands there are among the Jews of them that have believed; and they are all zealous for the law: | 20 οἱ δὲ ἀκούσαντες ἐδόξαζον τὸν θεόν, εἶπόν τε αὐτῶ, θεωρεῖς, ἀδελφέ, πόσαι μυριάδες εἰσὶν ἐν τοῖς ἰουδαίοις τῶν πεπιστευκότων, καὶ πάντες ζηλωταὶ τοῦ νόμου ὑπάρχουσιν· | |
21 and they have been informed concerning thee, that thou teachest all the Jews who are among the Gentiles to forsake Moses, telling them not to circumcise their children neither to walk after the customs. | 21 κατηχήθησαν δὲ περὶ σοῦ ὅτι ἀποστασίαν διδάσκεις ἀπὸ μωϊσέως τοὺς κατὰ τὰ ἔθνη πάντας ἰουδαίους, λέγων μὴ περιτέμνειν αὐτοὺς τὰ τέκνα μηδὲ τοῖς ἔθεσιν περιπατεῖν. | |
22 What is it therefore? They will certainly hear that thou art come. | 22 τί οὗν ἐστιν; πάντως ἀκούσονται ὅτι ἐλήλυθας. | |
23 Do therefore this that we say to thee: We have four men that have a vow on them; | 23 τοῦτο οὗν ποίησον ὅ σοι λέγομεν· εἰσὶν ἡμῖν ἄνδρες τέσσαρες εὐχὴν ἔχοντες ἐφ᾽ ἑαυτῶν. | |
24 these take, and purify thyself with them, and be at charges for them, that they may shave their heads: and all shall know that there is no truth in the things whereof they have been informed concerning thee; but that thou thyself also walkest orderly, keeping the law. | 24 τούτους παραλαβὼν ἁγνίσθητι σὺν αὐτοῖς καὶ δαπάνησον ἐπ᾽ αὐτοῖς ἵνα ξυρήσονται τὴν κεφαλήν, καὶ γνώσονται πάντες ὅτι ὧν κατήχηνται περὶ σοῦ οὐδέν ἐστιν, ἀλλὰ στοιχεῖς καὶ αὐτὸς φυλάσσων τὸν νόμον. | |
25 But as touching the Gentiles that have believed, we wrote, giving judgment that they should keep themselves from things sacrificed to idols, and from blood, and from what is strangled, and from fornication. | 25 περὶ δὲ τῶν πεπιστευκότων ἐθνῶν ἡμεῖς ἐπεστείλαμεν κρίναντες φυλάσσεσθαι αὐτοὺς τό τε εἰδωλόθυτον καὶ αἷμα καὶ πνικτὸν καὶ πορνείαν. | |
26 Then Paul took the men, and the next day purifying himself with them went into the temple, declaring the fulfilment of the days of purification, until the offering was offered for every one of them. | 26 τότε ὁ παῦλος παραλαβὼν τοὺς ἄνδρας, τῇ ἐχομένῃ ἡμέρᾳ σὺν αὐτοῖς ἁγνισθεὶς εἰσῄει εἰς τὸ ἱερόν, διαγγέλλων τὴν ἐκπλήρωσιν τῶν ἡμερῶν τοῦ ἁγνισμοῦ ἕως οὖ προσηνέχθη ὑπὲρ ἑνὸς ἑκάστου αὐτῶν ἡ προσφορά. | |
27 And when the seven days were almost completed, the Jews from Asia, when they saw him in the temple, stirred up all the multitude and laid hands on him, | 27 ὡς δὲ ἔμελλον αἱ ἑπτὰ ἡμέραι συντελεῖσθαι, οἱ ἀπὸ τῆς ἀσίας ἰουδαῖοι θεασάμενοι αὐτὸν ἐν τῶ ἱερῶ συνέχεον πάντα τὸν ὄχλον καὶ ἐπέβαλον ἐπ᾽ αὐτὸν τὰς χεῖρας, | |
28 crying out, Men of Israel, help: This is the man that teacheth all men everywhere against the people, and the law, and this place; and moreover he brought Greeks also into the temple, and hath defiled this holy place. | 28 κράζοντες, ἄνδρες ἰσραηλῖται, βοηθεῖτε· οὖτός ἐστιν ὁ ἄνθρωπος ὁ κατὰ τοῦ λαοῦ καὶ τοῦ νόμου καὶ τοῦ τόπου τούτου πάντας πανταχῇ διδάσκων, ἔτι τε καὶ ἕλληνας εἰσήγαγεν εἰς τὸ ἱερὸν καὶ κεκοίνωκεν τὸν ἅγιον τόπον τοῦτον. | |
29 For they had before seen with him in the city Trophimus the Ephesian, whom they supposed that Paul had brought into the temple. | 29 ἦσαν γὰρ προεωρακότες τρόφιμον τὸν ἐφέσιον ἐν τῇ πόλει σὺν αὐτῶ, ὃν ἐνόμιζον ὅτι εἰς τὸ ἱερὸν εἰσήγαγεν ὁ παῦλος. | |
30 And all the city was moved, and the people ran together; and they laid hold on Paul, and dragged him out of the temple: and straightway the doors were shut. | 30 ἐκινήθη τε ἡ πόλις ὅλη καὶ ἐγένετο συνδρομὴ τοῦ λαοῦ, καὶ ἐπιλαβόμενοι τοῦ παύλου εἷλκον αὐτὸν ἔξω τοῦ ἱεροῦ, καὶ εὐθέως ἐκλείσθησαν αἱ θύραι. | |
31 And as they were seeking to kill him, tidings came up to the chief captain of the band, that all Jerusalem was in confusion. | 31 ζητούντων τε αὐτὸν ἀποκτεῖναι ἀνέβη φάσις τῶ χιλιάρχῳ τῆς σπείρης ὅτι ὅλη συγχύννεται ἰερουσαλήμ, | |
32 And forthwith he took soldiers and centurions, and ran down upon them: and they, when they saw the chief captain and the soldiers, left off beating Paul. | 32 ὃς ἐξαυτῆς παραλαβὼν στρατιώτας καὶ ἑκατοντάρχας κατέδραμεν ἐπ᾽ αὐτούς· οἱ δὲ ἰδόντες τὸν χιλίαρχον καὶ τοὺς στρατιώτας ἐπαύσαντο τύπτοντες τὸν παῦλον. | |
33 Then the chief captain came near, and laid hold on him, and commanded him to be bound with two chains; and inquired who he was, and what he had done. | 33 τότε ἐγγίσας ὁ χιλίαρχος ἐπελάβετο αὐτοῦ καὶ ἐκέλευσεν δεθῆναι ἁλύσεσι δυσί, καὶ ἐπυνθάνετο τίς εἴη καὶ τί ἐστιν πεποιηκώς. | |
34 And some shouted one thing, some another, among the crowd: and when he could not know the certainty for the uproar, he commanded him to be brought into the castle. | 34 ἄλλοι δὲ ἄλλο τι ἐπεφώνουν ἐν τῶ ὄχλῳ· μὴ δυναμένου δὲ αὐτοῦ γνῶναι τὸ ἀσφαλὲς διὰ τὸν θόρυβον ἐκέλευσεν ἄγεσθαι αὐτὸν εἰς τὴν παρεμβολήν. | |
35 And when he came upon the stairs, so it was that he was borne of the soldiers for the violence of the crowd; | 35 ὅτε δὲ ἐγένετο ἐπὶ τοὺς ἀναβαθμούς, συνέβη βαστάζεσθαι αὐτὸν ὑπὸ τῶν στρατιωτῶν διὰ τὴν βίαν τοῦ ὄχλου, | |
36 for the multitude of the people followed after, crying out, Away with him. | 36 ἠκολούθει γὰρ τὸ πλῆθος τοῦ λαοῦ κράζοντες, αἶρε αὐτόν. | |
37 And as Paul was about to be brought into the castle, he saith unto the chief captain, May I say something unto thee? And he said, Dost thou know Greek? | 37 μέλλων τε εἰσάγεσθαι εἰς τὴν παρεμβολὴν ὁ παῦλος λέγει τῶ χιλιάρχῳ, εἰ ἔξεστίν μοι εἰπεῖν τι πρὸς σέ; ὁ δὲ ἔφη, ἑλληνιστὶ γινώσκεις; | |
38 Art thou not then the Egyptian, who before these days stirred up to sedition and led out into the wilderness the four thousand men of the Assassins? | 38 οὐκ ἄρα σὺ εἶ ὁ αἰγύπτιος ὁ πρὸ τούτων τῶν ἡμερῶν ἀναστατώσας καὶ ἐξαγαγὼν εἰς τὴν ἔρημον τοὺς τετρακισχιλίους ἄνδρας τῶν σικαρίων; | |
39 But Paul said, I am a Jew, of Tarsus in Cilicia, a citizen of no mean city: and I beseech thee, give me leave to speak unto the people. | 39 εἶπεν δὲ ὁ παῦλος, ἐγὼ ἄνθρωπος μέν εἰμι ἰουδαῖος, ταρσεὺς τῆς κιλικίας, οὐκ ἀσήμου πόλεως πολίτης· δέομαι δέ σου, ἐπίτρεψόν μοι λαλῆσαι πρὸς τὸν λαόν. | |
40 And when he had given him leave, Paul, standing on the stairs, beckoned with the hand unto the people; and when there was made a great silence, he spake unto them in the Hebrew language, saying, | 40 ἐπιτρέψαντος δὲ αὐτοῦ ὁ παῦλος ἑστὼς ἐπὶ τῶν ἀναβαθμῶν κατέσεισεν τῇ χειρὶ τῶ λαῶ· πολλῆς δὲ σιγῆς γενομένης προσεφώνησεν τῇ ἑβραΐδι διαλέκτῳ λέγων, | |
Chapter 20 Bible Contents Chapter 22
Other chapters in Acts: 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28
Genres: Law History Wisdom Prophets Gospels Acts Epistles Apocalyptic
Or select another Bible translation:
Turn Parallel Languages Off
Bible in Basic English
Darby English Bible
King James Version
Webster's Bible
World English Bible
Young's Literal Translation
Greek New Testament
Cover image by Freedom Studio / Shutterstock Koine Greek audio (in modern Greek pronunciation) narrated by Theo Karvounakis..