Acts 23 - Darby English Bible with Greek
Law History Wisdom Prophets Gospels Acts Epistles Apocalyptic
1 And Paul, fixing his eyes on the council, said, Brethren, I have walked in all good conscience with God unto this day. | 1 ἀτενίσας δὲ ὁ παῦλος τῶ συνεδρίῳ εἶπεν, ἄνδρες ἀδελφοί, ἐγὼ πάσῃ συνειδήσει ἀγαθῇ πεπολίτευμαι τῶ θεῶ ἄχρι ταύτης τῆς ἡμέρας. | |
2 But the high priest Ananias ordered those standing by him to smite his mouth. | 2 ὁ δὲ ἀρχιερεὺς ἁνανίας ἐπέταξεν τοῖς παρεστῶσιν αὐτῶ τύπτειν αὐτοῦ τὸ στόμα. | |
3 Then Paul said to him, God will smite thee, whited wall. And *thou*, dost thou sit judging me according to the law, and breaking the law commandest me to be smitten? | 3 τότε ὁ παῦλος πρὸς αὐτὸν εἶπεν, τύπτειν σε μέλλει ὁ θεός, τοῖχε κεκονιαμένε· καὶ σὺ κάθῃ κρίνων με κατὰ τὸν νόμον, καὶ παρανομῶν κελεύεις με τύπτεσθαι; | |
4 And those that stood by said, Dost thou rail against the high priest of God? | 4 οἱ δὲ παρεστῶτες εἶπαν, τὸν ἀρχιερέα τοῦ θεοῦ λοιδορεῖς; | |
5 And Paul said, I was not conscious, brethren, that he was high priest; for it is written, Thou shalt not speak evilly of the ruler of thy people. | 5 ἔφη τε ὁ παῦλος, οὐκ ᾔδειν, ἀδελφοί, ὅτι ἐστὶν ἀρχιερεύς· γέγραπται γὰρ ὅτι ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς. | |
6 But Paul, knowing that the one part [of them] were of the Sadducees and the other of the Pharisees, cried out in the council, Brethren, *I* am a Pharisee, son of Pharisees: *I* am judged concerning the hope and resurrection of [the] dead. | 6 γνοὺς δὲ ὁ παῦλος ὅτι τὸ ἓν μέρος ἐστὶν σαδδουκαίων τὸ δὲ ἕτερον φαρισαίων ἔκραζεν ἐν τῶ συνεδρίῳ, ἄνδρες ἀδελφοί, ἐγὼ φαρισαῖός εἰμι, υἱὸς φαρισαίων· περὶ ἐλπίδος καὶ ἀναστάσεως νεκρῶν [ἐγὼ] κρίνομαι. | |
7 And when he had spoken this, there was a tumult of the Pharisees and the Sadducees, and the multitude was divided. | 7 τοῦτο δὲ αὐτοῦ εἰπόντος ἐγένετο στάσις τῶν φαρισαίων καὶ σαδδουκαίων, καὶ ἐσχίσθη τὸ πλῆθος. | |
8 For Sadducees say there is no resurrection, nor angel, nor spirit; but Pharisees confess both of them. | 8 σαδδουκαῖοι μὲν γὰρ λέγουσιν μὴ εἶναι ἀνάστασιν μήτε ἄγγελον μήτε πνεῦμα, φαρισαῖοι δὲ ὁμολογοῦσιν τὰ ἀμφότερα. | |
9 And there was a great clamour, and the scribes of the Pharisees' part rising up contended, saying, We find nothing evil in this man; and if a spirit has spoken to him, or an angel ... | 9 ἐγένετο δὲ κραυγὴ μεγάλη, καὶ ἀναστάντες τινὲς τῶν γραμματέων τοῦ μέρους τῶν φαρισαίων διεμάχοντο λέγοντες, οὐδὲν κακὸν εὑρίσκομεν ἐν τῶ ἀνθρώπῳ τούτῳ· εἰ δὲ πνεῦμα ἐλάλησεν αὐτῶ ἢ ἄγγελος _ | |
10 And a great tumult having arisen, the chiliarch, fearing lest Paul should have been torn in pieces by them, commanded the troop to come down and take him by force from the midst of them, and to bring [him] into the fortress. | 10 πολλῆς δὲ γινομένης στάσεως φοβηθεὶς ὁ χιλίαρχος μὴ διασπασθῇ ὁ παῦλος ὑπ᾽ αὐτῶν ἐκέλευσεν τὸ στράτευμα καταβὰν ἁρπάσαι αὐτὸν ἐκ μέσου αὐτῶν, ἄγειν τε εἰς τὴν παρεμβολήν. | |
11 But the following night the Lord stood by him, and said, Be of good courage; for as thou hast testified the things concerning me at Jerusalem, so thou must bear witness at Rome also. | 11 τῇ δὲ ἐπιούσῃ νυκτὶ ἐπιστὰς αὐτῶ ὁ κύριος εἶπεν, θάρσει, ὡς γὰρ διεμαρτύρω τὰ περὶ ἐμοῦ εἰς ἰερουσαλὴμ οὕτω σε δεῖ καὶ εἰς ῥώμην μαρτυρῆσαι. | |
12 And when it was day, the Jews, having banded together, put themselves under a curse, saying that they would neither eat nor drink till they should kill Paul. | 12 γενομένης δὲ ἡμέρας ποιήσαντες συστροφὴν οἱ ἰουδαῖοι ἀνεθεμάτισαν ἑαυτοὺς λέγοντες μήτε φαγεῖν μήτε πίειν ἕως οὖ ἀποκτείνωσιν τὸν παῦλον. | |
13 And they were more than forty who had joined together in this oath; | 13 ἦσαν δὲ πλείους τεσσεράκοντα οἱ ταύτην τὴν συνωμοσίαν ποιησάμενοι· | |
14 and they went to the chief priests and elders, and said, We have cursed ourselves with a curse to taste nothing until we kill Paul. | 14 οἵτινες προσελθόντες τοῖς ἀρχιερεῦσιν καὶ τοῖς πρεσβυτέροις εἶπαν, ἀναθέματι ἀνεθεματίσαμεν ἑαυτοὺς μηδενὸς γεύσασθαι ἕως οὖ ἀποκτείνωμεν τὸν παῦλον. | |
15 Now therefore do ye with the council make a representation to the chiliarch so that he may bring him down to you, as about to determine more precisely what concerns him, and we, before he draws near, are ready to kill him. | 15 νῦν οὗν ὑμεῖς ἐμφανίσατε τῶ χιλιάρχῳ σὺν τῶ συνεδρίῳ ὅπως καταγάγῃ αὐτὸν εἰς ὑμᾶς ὡς μέλλοντας διαγινώσκειν ἀκριβέστερον τὰ περὶ αὐτοῦ· ἡμεῖς δὲ πρὸ τοῦ ἐγγίσαι αὐτὸν ἕτοιμοί ἐσμεν τοῦ ἀνελεῖν αὐτόν. | |
16 But Paul's sister's son, having heard of the lying in wait, came and entered into the fortress and reported [it] to Paul. | 16 ἀκούσας δὲ ὁ υἱὸς τῆς ἀδελφῆς παύλου τὴν ἐνέδραν παραγενόμενος καὶ εἰσελθὼν εἰς τὴν παρεμβολὴν ἀπήγγειλεν τῶ παύλῳ. | |
17 And Paul, having called one of the centurions, said, Take this youth to the chiliarch, for he has something to report to him. | 17 προσκαλεσάμενος δὲ ὁ παῦλος ἕνα τῶν ἑκατονταρχῶν ἔφη, τὸν νεανίαν τοῦτον ἀπάγαγε πρὸς τὸν χιλίαρχον, ἔχει γὰρ ἀπαγγεῖλαί τι αὐτῶ. | |
18 He therefore, having taken him with [him], led him to the chiliarch, and says, The prisoner Paul called me to [him] and asked me to lead this youth to thee, who has something to say to thee. | 18 ὁ μὲν οὗν παραλαβὼν αὐτὸν ἤγαγεν πρὸς τὸν χιλίαρχον καὶ φησίν, ὁ δέσμιος παῦλος προσκαλεσάμενός με ἠρώτησεν τοῦτον τὸν νεανίσκον ἀγαγεῖν πρὸς σέ, ἔχοντά τι λαλῆσαί σοι. | |
19 And the chiliarch having taken him by the hand, and having gone apart in private, inquired, What is it that thou hast to report to me? | 19 ἐπιλαβόμενος δὲ τῆς χειρὸς αὐτοῦ ὁ χιλίαρχος καὶ ἀναχωρήσας κατ᾽ ἰδίαν ἐπυνθάνετο, τί ἐστιν ὃ ἔχεις ἀπαγγεῖλαί μοι; | |
20 And he said, The Jews have agreed together to make a request to thee, that thou mayest bring Paul down to-morrow into the council, as about to inquire something more precise concerning him. | 20 εἶπεν δὲ ὅτι οἱ ἰουδαῖοι συνέθεντο τοῦ ἐρωτῆσαί σε ὅπως αὔριον τὸν παῦλον καταγάγῃς εἰς τὸ συνέδριον ὡς μέλλον τι ἀκριβέστερον πυνθάνεσθαι περὶ αὐτοῦ. | |
21 Do not thou then be persuaded by them, for there lie in wait for him of them more than forty men, who have put themselves under a curse neither to eat nor drink till they kill him; and now they are ready waiting the promise from thee. | 21 σὺ οὗν μὴ πεισθῇς αὐτοῖς· ἐνεδρεύουσιν γὰρ αὐτὸν ἐξ αὐτῶν ἄνδρες πλείους τεσσεράκοντα, οἵτινες ἀνεθεμάτισαν ἑαυτοὺς μήτε φαγεῖν μήτε πιεῖν ἕως οὖ ἀνέλωσιν αὐτόν, καὶ νῦν εἰσιν ἕτοιμοι προσδεχόμενοι τὴν ἀπὸ σοῦ ἐπαγγελίαν. | |
22 The chiliarch then dismissed the youth, commanding [him], Utter to no one that thou hast represented these things to me. | 22 ὁ μὲν οὗν χιλίαρχος ἀπέλυσε τὸν νεανίσκον παραγγείλας μηδενὶ ἐκλαλῆσαι ὅτι ταῦτα ἐνεφάνισας πρός με. | |
23 And having called to [him] certain two of the centurions, he said, Prepare two hundred soldiers that they may go as far as Caesarea, and seventy horsemen, and two hundred light-armed footmen, for the third hour of the night. | 23 καὶ προσκαλεσάμενος δύο [τινὰς] τῶν ἑκατονταρχῶν εἶπεν, ἑτοιμάσατε στρατιώτας διακοσίους ὅπως πορευθῶσιν ἕως καισαρείας, καὶ ἱππεῖς ἑβδομήκοντα καὶ δεξιολάβους διακοσίους, ἀπὸ τρίτης ὥρας τῆς νυκτός, | |
24 And [he ordered them] to provide beasts, that they might set Paul on them and carry [him] safe through to Felix the governor, | 24 κτήνη τε παραστῆσαι ἵνα ἐπιβιβάσαντες τὸν παῦλον διασώσωσι πρὸς φήλικα τὸν ἡγεμόνα, | |
25 having written a letter, couched in this form: | 25 γράψας ἐπιστολὴν ἔχουσαν τὸν τύπον τοῦτον· | |
26 Claudius Lysias to the most excellent governor Felix, greeting. | 26 κλαύδιος λυσίας τῶ κρατίστῳ ἡγεμόνι φήλικι χαίρειν. | |
27 This man, having been taken by the Jews, and being about to be killed by them, I came up with the military and took out [of their hands], having learned that he was a Roman. | 27 τὸν ἄνδρα τοῦτον συλλημφθέντα ὑπὸ τῶν ἰουδαίων καὶ μέλλοντα ἀναιρεῖσθαι ὑπ᾽ αὐτῶν ἐπιστὰς σὺν τῶ στρατεύματι ἐξειλάμην, μαθὼν ὅτι ῥωμαῖός ἐστιν· | |
28 And desiring to know the charge on which they accused him, I brought him down to their council; | 28 βουλόμενός τε ἐπιγνῶναι τὴν αἰτίαν δι᾽ ἣν ἐνεκάλουν αὐτῶ κατήγαγον εἰς τὸ συνέδριον αὐτῶν· | |
29 whom I found to be accused of questions of their law, but to have no charge laid against him [making him] worthy of death or of bonds. | 29 ὃν εὖρον ἐγκαλούμενον περὶ ζητημάτων τοῦ νόμου αὐτῶν, μηδὲν δὲ ἄξιον θανάτου ἢ δεσμῶν ἔχοντα ἔγκλημα. | |
30 But having received information of a plot about to be put in execution against the man [by the Jews], I have immediately sent him to thee, commanding also his accusers to say before thee the things that are against him. [Farewell.] | 30 μηνυθείσης δέ μοι ἐπιβουλῆς εἰς τὸν ἄνδρα ἔσεσθαι, ἐξαυτῆς ἔπεμψα πρὸς σέ, παραγγείλας καὶ τοῖς κατηγόροις λέγειν [τὰ] πρὸς αὐτὸν ἐπὶ σοῦ. | |
31 The soldiers therefore, according to what was ordered them, took Paul and brought him by night to Antipatris, | 31 οἱ μὲν οὗν στρατιῶται κατὰ τὸ διατεταγμένον αὐτοῖς ἀναλαβόντες τὸν παῦλον ἤγαγον διὰ νυκτὸς εἰς τὴν ἀντιπατρίδα· | |
32 and on the morrow, having left the horsemen to go with him, returned to the fortress. | 32 τῇ δὲ ἐπαύριον ἐάσαντες τοὺς ἱππεῖς ἀπέρχεσθαι σὺν αὐτῶ ὑπέστρεψαν εἰς τὴν παρεμβολήν· | |
33 And these, having entered into Caesarea, and given up the letter to the governor, presented Paul also to him. | 33 οἵτινες εἰσελθόντες εἰς τὴν καισάρειαν καὶ ἀναδόντες τὴν ἐπιστολὴν τῶ ἡγεμόνι παρέστησαν καὶ τὸν παῦλον αὐτῶ. | |
34 And having read [it], and asked of what eparchy he was, and learned that [he was] of Cilicia, | 34 ἀναγνοὺς δὲ καὶ ἐπερωτήσας ἐκ ποίας ἐπαρχείας ἐστὶν καὶ πυθόμενος ὅτι ἀπὸ κιλικίας, | |
35 he said, I will hear thee fully when thine accusers also are arrived. And he commanded him to be kept in Herod's praetorium. | 35 διακούσομαί σου, ἔφη, ὅταν καὶ οἱ κατήγοροί σου παραγένωνται· κελεύσας ἐν τῶ πραιτωρίῳ τοῦ ἡρῴδου φυλάσσεσθαι αὐτόν. | |
Chapter 22 Bible Contents Chapter 24
Other chapters in Acts: 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28
Genres: Law History Wisdom Prophets Gospels Acts Epistles Apocalyptic
Or select another Bible translation:
Turn Parallel Languages Off
American Standard Version
Bible in Basic English
King James Version
Webster's Bible
World English Bible
Young's Literal Translation
Greek New Testament
Cover image by Freedom Studio / Shutterstock Koine Greek audio (in modern Greek pronunciation) narrated by Theo Karvounakis..