Acts 23 - Young's Literal Translation with Greek
Law History Wisdom Prophets Gospels Acts Epistles Apocalyptic
1 And Paul having earnestly beheld the sanhedrim, said, `Men, brethren, I in all good conscience have lived to God unto this day;' | 1 ἀτενίσας δὲ ὁ παῦλος τῶ συνεδρίῳ εἶπεν, ἄνδρες ἀδελφοί, ἐγὼ πάσῃ συνειδήσει ἀγαθῇ πεπολίτευμαι τῶ θεῶ ἄχρι ταύτης τῆς ἡμέρας. | |
2 and the chief priest Ananias commanded those standing by him to smite him on the mouth, | 2 ὁ δὲ ἀρχιερεὺς ἁνανίας ἐπέταξεν τοῖς παρεστῶσιν αὐτῶ τύπτειν αὐτοῦ τὸ στόμα. | |
3 then Paul said unto him, `God is about to smite thee, thou whitewashed wall, and thou -- thou dost sit judging me according to the law, and, violating law, dost order me to be smitten!' | 3 τότε ὁ παῦλος πρὸς αὐτὸν εἶπεν, τύπτειν σε μέλλει ὁ θεός, τοῖχε κεκονιαμένε· καὶ σὺ κάθῃ κρίνων με κατὰ τὸν νόμον, καὶ παρανομῶν κελεύεις με τύπτεσθαι; | |
4 And those who stood by said, `The chief priest of God dost thou revile?' | 4 οἱ δὲ παρεστῶτες εἶπαν, τὸν ἀρχιερέα τοῦ θεοῦ λοιδορεῖς; | |
5 and Paul said, `I did not know, brethren, that he is chief priest: for it hath been written, Of the ruler of thy people thou shalt not speak evil;' | 5 ἔφη τε ὁ παῦλος, οὐκ ᾔδειν, ἀδελφοί, ὅτι ἐστὶν ἀρχιερεύς· γέγραπται γὰρ ὅτι ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς. | |
6 and Paul having known that the one part are Sadducees, and the other Pharisees, cried out in the sanhedrim, `Men, brethren, I am a Pharisee -- son of a Pharisee -- concerning hope and rising again of dead men I am judged.' | 6 γνοὺς δὲ ὁ παῦλος ὅτι τὸ ἓν μέρος ἐστὶν σαδδουκαίων τὸ δὲ ἕτερον φαρισαίων ἔκραζεν ἐν τῶ συνεδρίῳ, ἄνδρες ἀδελφοί, ἐγὼ φαρισαῖός εἰμι, υἱὸς φαρισαίων· περὶ ἐλπίδος καὶ ἀναστάσεως νεκρῶν [ἐγὼ] κρίνομαι. | |
7 And he having spoken this, there came a dissension of the Pharisees and of the Sadducees, and the crowd was divided, | 7 τοῦτο δὲ αὐτοῦ εἰπόντος ἐγένετο στάσις τῶν φαρισαίων καὶ σαδδουκαίων, καὶ ἐσχίσθη τὸ πλῆθος. | |
8 for Sadducees, indeed, say there is no rising again, nor messenger, nor spirit, but Pharisees confess both. | 8 σαδδουκαῖοι μὲν γὰρ λέγουσιν μὴ εἶναι ἀνάστασιν μήτε ἄγγελον μήτε πνεῦμα, φαρισαῖοι δὲ ὁμολογοῦσιν τὰ ἀμφότερα. | |
9 And there came a great cry, and the scribes of the Pharisees' part having arisen, were striving, saying, `No evil do we find in this man; and if a spirit spake to him, or a messenger, we may not fight against God;' | 9 ἐγένετο δὲ κραυγὴ μεγάλη, καὶ ἀναστάντες τινὲς τῶν γραμματέων τοῦ μέρους τῶν φαρισαίων διεμάχοντο λέγοντες, οὐδὲν κακὸν εὑρίσκομεν ἐν τῶ ἀνθρώπῳ τούτῳ· εἰ δὲ πνεῦμα ἐλάλησεν αὐτῶ ἢ ἄγγελος _ | |
10 and a great dissension having come, the chief captain having been afraid lest Paul may be pulled to pieces by them, commanded the soldiery, having gone down, to take him by force out of the midst of them, and to bring `him' to the castle. | 10 πολλῆς δὲ γινομένης στάσεως φοβηθεὶς ὁ χιλίαρχος μὴ διασπασθῇ ὁ παῦλος ὑπ᾽ αὐτῶν ἐκέλευσεν τὸ στράτευμα καταβὰν ἁρπάσαι αὐτὸν ἐκ μέσου αὐτῶν, ἄγειν τε εἰς τὴν παρεμβολήν. | |
11 And on the following night, the Lord having stood by him, said, `Take courage, Paul, for as thou didst fully testify the things concerning me at Jerusalem, so it behoveth thee also at Rome to testify.' | 11 τῇ δὲ ἐπιούσῃ νυκτὶ ἐπιστὰς αὐτῶ ὁ κύριος εἶπεν, θάρσει, ὡς γὰρ διεμαρτύρω τὰ περὶ ἐμοῦ εἰς ἰερουσαλὴμ οὕτω σε δεῖ καὶ εἰς ῥώμην μαρτυρῆσαι. | |
12 And day having come, certain of the Jews having made a concourse, did anathematize themselves, saying neither to eat nor to drink till they may kill Paul; | 12 γενομένης δὲ ἡμέρας ποιήσαντες συστροφὴν οἱ ἰουδαῖοι ἀνεθεμάτισαν ἑαυτοὺς λέγοντες μήτε φαγεῖν μήτε πίειν ἕως οὖ ἀποκτείνωσιν τὸν παῦλον. | |
13 and they were more than forty who made this conspiracy by oath, | 13 ἦσαν δὲ πλείους τεσσεράκοντα οἱ ταύτην τὴν συνωμοσίαν ποιησάμενοι· | |
14 who having come near to the chief priests and to the elders said, `With an anathema we did anathematize ourselves -- to taste nothing till we have killed Paul; | 14 οἵτινες προσελθόντες τοῖς ἀρχιερεῦσιν καὶ τοῖς πρεσβυτέροις εἶπαν, ἀναθέματι ἀνεθεματίσαμεν ἑαυτοὺς μηδενὸς γεύσασθαι ἕως οὖ ἀποκτείνωμεν τὸν παῦλον. | |
15 now, therefore, ye, signify ye to the chief captain, with the sanhedrim, that to-morrow he may bring him down unto you, as being about to know more exactly the things concerning him; and we, before his coming nigh, are ready to put him to death.' | 15 νῦν οὗν ὑμεῖς ἐμφανίσατε τῶ χιλιάρχῳ σὺν τῶ συνεδρίῳ ὅπως καταγάγῃ αὐτὸν εἰς ὑμᾶς ὡς μέλλοντας διαγινώσκειν ἀκριβέστερον τὰ περὶ αὐτοῦ· ἡμεῖς δὲ πρὸ τοῦ ἐγγίσαι αὐτὸν ἕτοιμοί ἐσμεν τοῦ ἀνελεῖν αὐτόν. | |
16 And the son of Paul's sister having heard of the lying in wait, having gone and entered into the castle, told Paul, | 16 ἀκούσας δὲ ὁ υἱὸς τῆς ἀδελφῆς παύλου τὴν ἐνέδραν παραγενόμενος καὶ εἰσελθὼν εἰς τὴν παρεμβολὴν ἀπήγγειλεν τῶ παύλῳ. | |
17 and Paul having called near one of the centurions, said, `This young man lead unto the chief captain, for he hath something to tell him.' | 17 προσκαλεσάμενος δὲ ὁ παῦλος ἕνα τῶν ἑκατονταρχῶν ἔφη, τὸν νεανίαν τοῦτον ἀπάγαγε πρὸς τὸν χιλίαρχον, ἔχει γὰρ ἀπαγγεῖλαί τι αὐτῶ. | |
18 He indeed, then, having taken him, brought him unto the chief captain, and saith, `The prisoner Paul, having called me near, asked `me' this young man to bring unto thee, having something to say to thee.' | 18 ὁ μὲν οὗν παραλαβὼν αὐτὸν ἤγαγεν πρὸς τὸν χιλίαρχον καὶ φησίν, ὁ δέσμιος παῦλος προσκαλεσάμενός με ἠρώτησεν τοῦτον τὸν νεανίσκον ἀγαγεῖν πρὸς σέ, ἔχοντά τι λαλῆσαί σοι. | |
19 And the chief captain having taken him by the hand, and having withdrawn by themselves, inquired, `What is that which thou hast to tell me?' | 19 ἐπιλαβόμενος δὲ τῆς χειρὸς αὐτοῦ ὁ χιλίαρχος καὶ ἀναχωρήσας κατ᾽ ἰδίαν ἐπυνθάνετο, τί ἐστιν ὃ ἔχεις ἀπαγγεῖλαί μοι; | |
20 and he said -- `The Jews agreed to request thee, that to-morrow to the sanhedrim thou mayest bring down Paul, as being about to enquire something more exactly concerning him; | 20 εἶπεν δὲ ὅτι οἱ ἰουδαῖοι συνέθεντο τοῦ ἐρωτῆσαί σε ὅπως αὔριον τὸν παῦλον καταγάγῃς εἰς τὸ συνέδριον ὡς μέλλον τι ἀκριβέστερον πυνθάνεσθαι περὶ αὐτοῦ. | |
21 thou, therefore, mayest thou not yield to them, for there lie in wait for him of them more than forty men, who did anathematize themselves -- not to eat nor to drink till they kill him, and now they are ready, waiting for the promise from thee.' | 21 σὺ οὗν μὴ πεισθῇς αὐτοῖς· ἐνεδρεύουσιν γὰρ αὐτὸν ἐξ αὐτῶν ἄνδρες πλείους τεσσεράκοντα, οἵτινες ἀνεθεμάτισαν ἑαυτοὺς μήτε φαγεῖν μήτε πιεῖν ἕως οὖ ἀνέλωσιν αὐτόν, καὶ νῦν εἰσιν ἕτοιμοι προσδεχόμενοι τὴν ἀπὸ σοῦ ἐπαγγελίαν. | |
22 The chief captain, then, indeed, let the young man go, having charged `him' to tell no one, `that these things thou didst shew unto me;' | 22 ὁ μὲν οὗν χιλίαρχος ἀπέλυσε τὸν νεανίσκον παραγγείλας μηδενὶ ἐκλαλῆσαι ὅτι ταῦτα ἐνεφάνισας πρός με. | |
23 and having called near a certain two of the centurions, he said, `Make ready soldiers two hundred, that they may go on unto Caesarea, and horsemen seventy, and spearmen two hundred, from the third hour of the night; | 23 καὶ προσκαλεσάμενος δύο [τινὰς] τῶν ἑκατονταρχῶν εἶπεν, ἑτοιμάσατε στρατιώτας διακοσίους ὅπως πορευθῶσιν ἕως καισαρείας, καὶ ἱππεῖς ἑβδομήκοντα καὶ δεξιολάβους διακοσίους, ἀπὸ τρίτης ὥρας τῆς νυκτός, | |
24 beasts also provide, that, having set Paul on, they may bring him safe unto Felix the governor;' | 24 κτήνη τε παραστῆσαι ἵνα ἐπιβιβάσαντες τὸν παῦλον διασώσωσι πρὸς φήλικα τὸν ἡγεμόνα, | |
25 he having written a letter after this description: | 25 γράψας ἐπιστολὴν ἔχουσαν τὸν τύπον τοῦτον· | |
26 `Claudius Lysias, to the most noble governor Felix, hail: | 26 κλαύδιος λυσίας τῶ κρατίστῳ ἡγεμόνι φήλικι χαίρειν. | |
27 This man having been taken by the Jews, and being about to be killed by them -- having come with the soldiery, I rescued him, having learned that he is a Roman; | 27 τὸν ἄνδρα τοῦτον συλλημφθέντα ὑπὸ τῶν ἰουδαίων καὶ μέλλοντα ἀναιρεῖσθαι ὑπ᾽ αὐτῶν ἐπιστὰς σὺν τῶ στρατεύματι ἐξειλάμην, μαθὼν ὅτι ῥωμαῖός ἐστιν· | |
28 and, intending to know the cause for which they were accusing him, I brought him down to their sanhedrim, | 28 βουλόμενός τε ἐπιγνῶναι τὴν αἰτίαν δι᾽ ἣν ἐνεκάλουν αὐτῶ κατήγαγον εἰς τὸ συνέδριον αὐτῶν· | |
29 whom I found accused concerning questions of their law, and having no accusation worthy of death or bonds; | 29 ὃν εὖρον ἐγκαλούμενον περὶ ζητημάτων τοῦ νόμου αὐτῶν, μηδὲν δὲ ἄξιον θανάτου ἢ δεσμῶν ἔχοντα ἔγκλημα. | |
30 and a plot having been intimated to me against this man -- about to be of the Jews -- at once I sent unto thee, having given command also to the accusers to say the things against him before thee; be strong.' | 30 μηνυθείσης δέ μοι ἐπιβουλῆς εἰς τὸν ἄνδρα ἔσεσθαι, ἐξαυτῆς ἔπεμψα πρὸς σέ, παραγγείλας καὶ τοῖς κατηγόροις λέγειν [τὰ] πρὸς αὐτὸν ἐπὶ σοῦ. | |
31 Then, indeed, the soldiers according to that directed them, having taken up Paul, brought him through the night to Antipatris, | 31 οἱ μὲν οὗν στρατιῶται κατὰ τὸ διατεταγμένον αὐτοῖς ἀναλαβόντες τὸν παῦλον ἤγαγον διὰ νυκτὸς εἰς τὴν ἀντιπατρίδα· | |
32 and on the morrow, having suffered the horsemen to go on with him, they returned to the castle; | 32 τῇ δὲ ἐπαύριον ἐάσαντες τοὺς ἱππεῖς ἀπέρχεσθαι σὺν αὐτῶ ὑπέστρεψαν εἰς τὴν παρεμβολήν· | |
33 those having entered into Caesarea, and delivered the letter to the governor, did present also Paul to him. | 33 οἵτινες εἰσελθόντες εἰς τὴν καισάρειαν καὶ ἀναδόντες τὴν ἐπιστολὴν τῶ ἡγεμόνι παρέστησαν καὶ τὸν παῦλον αὐτῶ. | |
34 And the governor having read `it', and inquired of what province he is, and understood that `he is' from Cilicia; | 34 ἀναγνοὺς δὲ καὶ ἐπερωτήσας ἐκ ποίας ἐπαρχείας ἐστὶν καὶ πυθόμενος ὅτι ἀπὸ κιλικίας, | |
35 `I will hear thee -- said he -- when thine accusers also may have come;' he also commanded him to be kept in the praetorium of Herod. | 35 διακούσομαί σου, ἔφη, ὅταν καὶ οἱ κατήγοροί σου παραγένωνται· κελεύσας ἐν τῶ πραιτωρίῳ τοῦ ἡρῴδου φυλάσσεσθαι αὐτόν. | |
Chapter 22 Bible Contents Chapter 24
Other chapters in Acts: 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28
Genres: Law History Wisdom Prophets Gospels Acts Epistles Apocalyptic
Or select another Bible translation:
Turn Parallel Languages Off
American Standard Version
Bible in Basic English
Darby English Bible
King James Version
Webster's Bible
World English Bible
Greek New Testament
Cover image by Freedom Studio / Shutterstock Koine Greek audio (in modern Greek pronunciation) narrated by Theo Karvounakis..