Acts 27 - Young's Literal Translation with Greek
Law History Wisdom Prophets Gospels Acts Epistles Apocalyptic
1 And when our sailing to Italy was determined, they were delivering up both Paul and certain others, prisoners, to a centurion, by name Julius, of the band of Sebastus, | 1 ὡς δὲ ἐκρίθη τοῦ ἀποπλεῖν ἡμᾶς εἰς τὴν ἰταλίαν, παρεδίδουν τόν τε παῦλον καί τινας ἑτέρους δεσμώτας ἑκατοντάρχῃ ὀνόματι ἰουλίῳ σπείρης σεβαστῆς. | |||
2 and having embarked in a ship of Adramyttium, we, being about to sail by the coasts of Asia, did set sail, there being with us Aristarchus, a Macedonian of Thessalonica, | 2 ἐπιβάντες δὲ πλοίῳ ἀδραμυττηνῶ μέλλοντι πλεῖν εἰς τοὺς κατὰ τὴν ἀσίαν τόπους ἀνήχθημεν, ὄντος σὺν ἡμῖν ἀριστάρχου μακεδόνος θεσσαλονικέως· | |||
3 on the next `day' also we touched at Sidon, and Julius, courteously treating Paul, did permit `him', having gone on unto friends, to receive `their' care. | 3 τῇ τε ἑτέρᾳ κατήχθημεν εἰς σιδῶνα, φιλανθρώπως τε ὁ ἰούλιος τῶ παύλῳ χρησάμενος ἐπέτρεψεν πρὸς τοὺς φίλους πορευθέντι ἐπιμελείας τυχεῖν. | |||
4 And thence, having set sail, we sailed under Cyprus, because of the winds being contrary, | 4 κἀκεῖθεν ἀναχθέντες ὑπεπλεύσαμεν τὴν κύπρον διὰ τὸ τοὺς ἀνέμους εἶναι ἐναντίους, | |||
5 and having sailed over the sea over-against Cilicia and Pamphylia, we came to Myria of Lycia, | 5 τό τε πέλαγος τὸ κατὰ τὴν κιλικίαν καὶ παμφυλίαν διαπλεύσαντες κατήλθομεν εἰς μύρα τῆς λυκίας. | |||
6 and there the centurion having found a ship of Alexandria, sailing to Italy, did put us into it, | 6 κἀκεῖ εὑρὼν ὁ ἑκατοντάρχης πλοῖον ἀλεξανδρῖνον πλέον εἰς τὴν ἰταλίαν ἐνεβίβασεν ἡμᾶς εἰς αὐτό. | |||
7 and having sailed slowly many days, and with difficulty coming over-against Cnidus, the wind not suffering us, we sailed under Crete, over-against Salmone, | 7 ἐν ἱκαναῖς δὲ ἡμέραις βραδυπλοοῦντες καὶ μόλις γενόμενοι κατὰ τὴν κνίδον, μὴ προσεῶντος ἡμᾶς τοῦ ἀνέμου, ὑπεπλεύσαμεν τὴν κρήτην κατὰ σαλμώνην, | |||
8 and hardly passing it, we came to a certain place called `Fair Havens,' nigh to which was the city `of' Lasaea. | 8 μόλις τε παραλεγόμενοι αὐτὴν ἤλθομεν εἰς τόπον τινὰ καλούμενον καλοὺς λιμένας, ᾧ ἐγγὺς πόλις ἦν λασαία. | |||
9 And much time being spent, and the sailing being now dangerous -- because of the fast also being already past -- Paul was admonishing, | 9 ἱκανοῦ δὲ χρόνου διαγενομένου καὶ ὄντος ἤδη ἐπισφαλοῦς τοῦ πλοὸς διὰ τὸ καὶ τὴν νηστείαν ἤδη παρεληλυθέναι, παρῄνει ὁ παῦλος | |||
10 saying to them, `Men, I perceive that with hurt, and much damage, not only of the lading and of the ship, but also of our lives -- the voyage is about to be;' | 10 λέγων αὐτοῖς, ἄνδρες, θεωρῶ ὅτι μετὰ ὕβρεως καὶ πολλῆς ζημίας οὐ μόνον τοῦ φορτίου καὶ τοῦ πλοίου ἀλλὰ καὶ τῶν ψυχῶν ἡμῶν μέλλειν ἔσεσθαι τὸν πλοῦν. | |||
11 but the centurion to the pilot and to the shipowner gave credence more than to the things spoken by Paul; | 11 ὁ δὲ ἑκατοντάρχης τῶ κυβερνήτῃ καὶ τῶ ναυκλήρῳ μᾶλλον ἐπείθετο ἢ τοῖς ὑπὸ παύλου λεγομένοις. | |||
12 and the haven being incommodious to winter in, the more part gave counsel to sail thence also, if by any means they might be able, having attained to Phenice, `there' to winter, `which is' a haven of Crete, looking to the south-west and north-west, | 12 ἀνευθέτου δὲ τοῦ λιμένος ὑπάρχοντος πρὸς παραχειμασίαν οἱ πλείονες ἔθεντο βουλὴν ἀναχθῆναι ἐκεῖθεν, εἴ πως δύναιντο καταντήσαντες εἰς φοίνικα παραχειμάσαι, λιμένα τῆς κρήτης βλέποντα κατὰ λίβα καὶ κατὰ χῶρον. | |||
13 and a south wind blowing softly, having thought they had obtained `their' purpose, having lifted anchor, they sailed close by Crete, | 13 ὑποπνεύσαντος δὲ νότου δόξαντες τῆς προθέσεως κεκρατηκέναι, ἄραντες ἆσσον παρελέγοντο τὴν κρήτην. | |||
14 and not long after there arose against it a tempestuous wind, that is called Euroclydon, | 14 μετ᾽ οὐ πολὺ δὲ ἔβαλεν κατ᾽ αὐτῆς ἄνεμος τυφωνικὸς ὁ καλούμενος εὐρακύλων· | |||
15 and the ship being caught, and not being able to bear up against the wind, having given `her' up, we were borne on, | 15 συναρπασθέντος δὲ τοῦ πλοίου καὶ μὴ δυναμένου ἀντοφθαλμεῖν τῶ ἀνέμῳ ἐπιδόντες ἐφερόμεθα. | |||
16 and having run under a certain little isle, called Clauda, we were hardly able to become masters of the boat, | 16 νησίον δέ τι ὑποδραμόντες καλούμενον καῦδα ἰσχύσαμεν μόλις περικρατεῖς γενέσθαι τῆς σκάφης, | |||
17 which having taken up, they were using helps, undergirding the ship, and fearing lest they may fall on the quicksand, having let down the mast -- so were borne on. | 17 ἣν ἄραντες βοηθείαις ἐχρῶντο ὑποζωννύντες τὸ πλοῖον· φοβούμενοί τε μὴ εἰς τὴν σύρτιν ἐκπέσωσιν, χαλάσαντες τὸ σκεῦος, οὕτως ἐφέροντο. | |||
18 And we, being exceedingly tempest-tossed, the succeeding `day' they were making a clearing, | 18 σφοδρῶς δὲ χειμαζομένων ἡμῶν τῇ ἑξῆς ἐκβολὴν ἐποιοῦντο, | |||
19 and on the third `day' with our own hands the tackling of the ship we cast out, | 19 καὶ τῇ τρίτῃ αὐτόχειρες τὴν σκευὴν τοῦ πλοίου ἔρριψαν. | |||
20 and neither sun nor stars appearing for more days, and not a little tempest lying upon us, thenceforth all hope was taken away of our being saved. | 20 μήτε δὲ ἡλίου μήτε ἄστρων ἐπιφαινόντων ἐπὶ πλείονας ἡμέρας, χειμῶνός τε οὐκ ὀλίγου ἐπικειμένου, λοιπὸν περιῃρεῖτο ἐλπὶς πᾶσα τοῦ σῴζεσθαι ἡμᾶς. | |||
21 And there having been long fasting, then Paul having stood in the midst of them, said, `It behoved `you', indeed, O men -- having hearkened to me -- not to set sail from Crete, and to save this hurt and damage; | 21 πολλῆς τε ἀσιτίας ὑπαρχούσης τότε σταθεὶς ὁ παῦλος ἐν μέσῳ αὐτῶν εἶπεν, ἔδει μέν, ὦ ἄνδρες, πειθαρχήσαντάς μοι μὴ ἀνάγεσθαι ἀπὸ τῆς κρήτης κερδῆσαί τε τὴν ὕβριν ταύτην καὶ τὴν ζημίαν. | |||
22 and now I exhort you to be of good cheer, for there shall be no loss of life among you -- but of the ship; | 22 καὶ τὰ νῦν παραινῶ ὑμᾶς εὐθυμεῖν, ἀποβολὴ γὰρ ψυχῆς οὐδεμία ἔσται ἐξ ὑμῶν πλὴν τοῦ πλοίου· | |||
23 for there stood by me this night a messenger of God -- whose I am, and whom I serve -- | 23 παρέστη γάρ μοι ταύτῃ τῇ νυκτὶ τοῦ θεοῦ οὖ εἰμι [ἐγώ], ᾧ καὶ λατρεύω, ἄγγελος | |||
24 saying, Be not afraid Paul; before Caesar it behoveth thee to stand; and, lo, God hath granted to thee all those sailing with thee; | 24 λέγων, μὴ φοβοῦ, παῦλε· καίσαρί σε δεῖ παραστῆναι, καὶ ἰδοὺ κεχάρισταί σοι ὁ θεὸς πάντας τοὺς πλέοντας μετὰ σοῦ. | |||
25 wherefore be of good cheer, men! for I believe God, that so it shall be, even as it hath been spoken to me, | 25 διὸ εὐθυμεῖτε, ἄνδρες· πιστεύω γὰρ τῶ θεῶ ὅτι οὕτως ἔσται καθ᾽ ὃν τρόπον λελάληταί μοι. | |||
26 and on a certain island it behoveth us to be cast.' | 26 εἰς νῆσον δέ τινα δεῖ ἡμᾶς ἐκπεσεῖν. | |||
27 And when the fourteenth night came -- we being borne up and down in the Adria -- toward the middle of the night the sailors were supposing that some country drew nigh to them; | 27 ὡς δὲ τεσσαρεσκαιδεκάτη νὺξ ἐγένετο διαφερομένων ἡμῶν ἐν τῶ ἀδρίᾳ, κατὰ μέσον τῆς νυκτὸς ὑπενόουν οἱ ναῦται προσάγειν τινὰ αὐτοῖς χώραν. | |||
28 and having sounded they found twenty fathoms, and having gone a little farther, and again having sounded, they found fifteen fathoms, | 28 καὶ βολίσαντες εὖρον ὀργυιὰς εἴκοσι, βραχὺ δὲ διαστήσαντες καὶ πάλιν βολίσαντες εὖρον ὀργυιὰς δεκαπέντε· | |||
29 and fearing lest on rough places we may fall, out of the stern having cast four anchors, they were wishing day to come. | 29 φοβούμενοί τε μή που κατὰ τραχεῖς τόπους ἐκπέσωμεν, ἐκ πρύμνης ῥίψαντες ἀγκύρας τέσσαρας ηὔχοντο ἡμέραν γενέσθαι. | |||
30 And the sailors seeking to flee out of the ship, and having let down the boat to the sea, in pretence as `if' out of the foreship they are about to cast anchors, | 30 τῶν δὲ ναυτῶν ζητούντων φυγεῖν ἐκ τοῦ πλοίου καὶ χαλασάντων τὴν σκάφην εἰς τὴν θάλασσαν προφάσει ὡς ἐκ πρῴρης ἀγκύρας μελλόντων ἐκτείνειν, | |||
31 Paul said to the centurion and to the soldiers, `If these do not remain in the ship -- ye are not able to be saved;' | 31 εἶπεν ὁ παῦλος τῶ ἑκατοντάρχῃ καὶ τοῖς στρατιώταις, ἐὰν μὴ οὖτοι μείνωσιν ἐν τῶ πλοίῳ, ὑμεῖς σωθῆναι οὐ δύνασθε. | |||
32 then the soldiers did cut off the ropes of the boat, and suffered it to fall off. | 32 τότε ἀπέκοψαν οἱ στρατιῶται τὰ σχοινία τῆς σκάφης καὶ εἴασαν αὐτὴν ἐκπεσεῖν. | |||
33 And till the day was about to be, Paul was calling upon all to partake of nourishment, saying, `Fourteen days to-day, waiting, ye continue fasting, having taken nothing, | 33 ἄχρι δὲ οὖ ἡμέρα ἤμελλεν γίνεσθαι παρεκάλει ὁ παῦλος ἅπαντας μεταλαβεῖν τροφῆς λέγων, τεσσαρεσκαιδεκάτην σήμερον ἡμέραν προσδοκῶντες ἄσιτοι διατελεῖτε, μηθὲν προσλαβόμενοι· | |||
34 wherefore I call upon you to take nourishment, for this is for your safety, for of not one of you shall a hair from the head fall;' | 34 διὸ παρακαλῶ ὑμᾶς μεταλαβεῖν τροφῆς, τοῦτο γὰρ πρὸς τῆς ὑμετέρας σωτηρίας ὑπάρχει· οὐδενὸς γὰρ ὑμῶν θρὶξ ἀπὸ τῆς κεφαλῆς ἀπολεῖται. | |||
35 and having said these things, and having taken bread, he gave thanks to God before all, and having broken `it', he began to eat; | 35 εἴπας δὲ ταῦτα καὶ λαβὼν ἄρτον εὐχαρίστησεν τῶ θεῶ ἐνώπιον πάντων καὶ κλάσας ἤρξατο ἐσθίειν. | |||
36 and all having become of good cheer, themselves also took food, | 36 εὔθυμοι δὲ γενόμενοι πάντες καὶ αὐτοὶ προσελάβοντο τροφῆς. | |||
37 (and we were -- all the souls in the ship -- two hundred, seventy and six), | 37 ἤμεθα δὲ αἱ πᾶσαι ψυχαὶ ἐν τῶ πλοίῳ διακόσιαι ἑβδομήκοντα ἕξ. | |||
38 and having eaten sufficient nourishment, they were lightening the ship, casting forth the wheat into the sea. | 38 κορεσθέντες δὲ τροφῆς ἐκούφιζον τὸ πλοῖον ἐκβαλλόμενοι τὸν σῖτον εἰς τὴν θάλασσαν. | |||
39 And when the day came, they were not discerning the land, but a certain creek were perceiving having a beach, into which they took counsel, if possible, to thrust forward the ship, | 39 ὅτε δὲ ἡμέρα ἐγένετο, τὴν γῆν οὐκ ἐπεγίνωσκον, κόλπον δέ τινα κατενόουν ἔχοντα αἰγιαλὸν εἰς ὃν ἐβουλεύοντο εἰ δύναιντο ἐξῶσαι τὸ πλοῖον. | |||
40 and the anchors having taken up, they were committing `it' to the sea, at the same time -- having loosed the bands of the rudders, and having hoisted up the mainsail to the wind -- they were making for the shore, | 40 καὶ τὰς ἀγκύρας περιελόντες εἴων εἰς τὴν θάλασσαν, ἅμα ἀνέντες τὰς ζευκτηρίας τῶν πηδαλίων, καὶ ἐπάραντες τὸν ἀρτέμωνα τῇ πνεούσῃ κατεῖχον εἰς τὸν αἰγιαλόν. | |||
41 and having fallen into a place of two seas, they ran the ship aground, and the fore-part, indeed, having stuck fast, did remain immoveable, but the hinder-part was broken by the violence of the waves. | 41 περιπεσόντες δὲ εἰς τόπον διθάλασσον ἐπέκειλαν τὴν ναῦν, καὶ ἡ μὲν πρῶρα ἐρείσασα ἔμεινεν ἀσάλευτος, ἡ δὲ πρύμνα ἐλύετο ὑπὸ τῆς βίας [τῶν κυμάτων]. | |||
42 And the soldiers' counsel was that they should kill the prisoners, lest any one having swam out should escape, | 42 τῶν δὲ στρατιωτῶν βουλὴ ἐγένετο ἵνα τοὺς δεσμώτας ἀποκτείνωσιν, μή τις ἐκκολυμβήσας διαφύγῃ· | |||
43 but the centurion, wishing to save Paul, hindered them from the counsel, and did command those able to swim, having cast themselves out first -- to get unto the land, | 43 ὁ δὲ ἑκατοντάρχης βουλόμενος διασῶσαι τὸν παῦλον ἐκώλυσεν αὐτοὺς τοῦ βουλήματος, ἐκέλευσέν τε τοὺς δυναμένους κολυμβᾶν ἀπορίψαντας πρώτους ἐπὶ τὴν γῆν ἐξιέναι, | |||
44 and the rest, some indeed upon boards, and some upon certain things of the ship; and thus it came to pass that all came safe unto the land. | 44 καὶ τοὺς λοιποὺς οὓς μὲν ἐπὶ σανίσιν οὓς δὲ ἐπί τινων τῶν ἀπὸ τοῦ πλοίου· καὶ οὕτως ἐγένετο πάντας διασωθῆναι ἐπὶ τὴν γῆν. | |||
Chapter 26 Bible Contents Chapter 28
Other chapters in Acts: 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28
Genres: Law History Wisdom Prophets Gospels Acts Epistles Apocalyptic
Or select another Bible translation:
Turn Parallel Languages Off
American Standard Version
Bible in Basic English
Darby English Bible
King James Version
Webster's Bible
World English Bible
Greek New Testament
Cover image by Freedom Studio / Shutterstock Koine Greek audio (in modern Greek pronunciation) narrated by Theo Karvounakis..